Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1232b Arist. Eth. Eud. 1233a (English) >>Arist. Eth. Eud. 1233b

1233a.1λείπεται δὲ ἐνταῦθα ἐναντίος τούτοις ἀμφοτέροις, ὅστις ὢν ἄξιος μεγάλων ἀξιοῖ αὐτὸς ἑαυτὸν τούτων, καὶ τοιοῦτός ἐστιν οἷος ἀξιοῦν ἑαυτόν. οὗτος ἐπαινετὸς καὶ μέσος τούτων. ἐπεὶ οὖν περὶ τιμῆς αἵρεσιν καὶ 1233a.5χρῆσιν καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐντίμων ἀρίστη ἐστὶ διάθεσις μεγαλοψυχία, καὶ τοῦτ’ ἀποδίδομεν, καὶ οὐ περὶ τὰ χρήσιμα, τῷ μεγαλοψύχῳ, ἅμα δὲ καὶ μεσότης αὕτη ἐπαινετωτάτη· δῆλον ὅτι καὶ μεγαλοψυχία μεσότης ἂν εἴη, τῶν δ’ ἐναντίων, ὥσπερ διεγράψαμεν, 1233a.10μὲν ἐπὶ τὸ ἀξιοῦν ἑαυτὸν ἀγαθῶν μεγάλων ἀνάξιον ὄντα χαυνότης (τοὺς τοιούτους γὰρ χαύνους λέγομεν, ὅσοι μεγάλων οἴονται ἄξιοι εἶναι οὐκ ὄντες), δὲ περὶ τὸ ἄξιον ὄντα μὴ ἀξιοῦν ἑαυτὸν μεγάλων μικροψυχία (μικροψύχου γὰρ εἶναι δοκεῖ, ὅστις ὑπαρχόντων δι’ δικαίως ἂν ἠξιοῦτο, μὴ 1233a.15ἀξιοῖ μηθενὸς μεγάλου ἑαυτόν), ὥστ’ ἀνάγκη καὶ τὴν μεγαλοψυχίαν εἶναι μεσότητα χαυνότητος καὶ μικροψυχίας. δὲ τέταρτος τῶν διορισθέντων οὔτε πάμπαν ψεκτὸς οὔτε μεγαλόψυχος, περὶ οὐδὲν ἔχ<ον> ὢν μέγεθος· οὔτε γὰρ ἄξιος οὔτε ἀξιοῖ μεγάλων, διὸ οὐκ ἐναντίος. καίτοι δόξειεν ἂν ἐναντίον 1233a.20εἶναι τῷ μεγάλων ἀξίῳ ὄντι μεγάλων τὸ μικρῶν ὄντα ἄξιον <μικρῶν> ἀξιοῦν ἑαυτόν. οὐκ ἔστι δ’ ἐναντίος οὔτε τῷ μὴ μεμπτὸς εἶναι (ὡς γὰρ λόγος κελεύει, ἔχεικαὶ αὐτός ἐστι τῇ φύσει τῷ μεγαλοψύχῳ (ὧν γὰρ ἄξιοι, τούτων ἀξιοῦσιν αὑτοὺς ἄμφωκαὶ μὲν γένοιτ’ ἂν μεγαλόψυχος (ἀξιώσει 1233a.25γὰρ ὧν ἐστιν ἄξιος), δὲ μικρόψυχος, ὃς ὑπαρχόντων αὐτῷ μεγάλων κατὰ τιμὴν ἀγαθῶν οὐκ ἀξιοῖ, τί ἂν ἐποίει, εἰ μικρῶν ἄξιος ἦν; εἰ γὰρ ἂν μεγάλων ἀξιῶν χαῦνος ἦν, ἐλαττόνων ἔτι. διὸ καὶ οὐθεὶς ἂν εἴποι μικρόψυχον, εἴ τις μέτοικος ὢν ἄρχειν μὴ ἀξιοῖ ἑαυτόν, ἀλλ’ ὑπείκει· ἀλλ’ 1233a.30εἴ τις εὐγενὴς ὢν καὶ ἡγούμενος μέγα εἶναι τὸ ἄρχειν.

ἔστι δὲ καὶ μεγαλοπρεπὴς οὐ περὶ τὴν τυχοῦσαν πρᾶξιν καὶ προαίρεσιν, ἀλλὰ τὴν δαπάνην, εἰ μή που κατὰ μεταφορὰν λέγομεν· ἄνευ δὲ δαπάνης μεγαλοπρέπεια οὐκ ἔστιν. τὸ μὲν γὰρ πρέπον ἐν κόσμῳ ἐστίν, δὲ κόσμος οὐκ 1233a.35ἐκ τῶν τυχόντων ἀναλωμάτων, ἀλλ’ ἐν ὑπερβολῇ τῶν ἀναγκαίων ἐστίν. δὴ ἐν μεγάλῃ δαπάνῃ τοῦ πρέποντος μεγέθους προαιρετικός, καὶ τῆς τοιαύτης μεσότητος καὶ ἐπὶ τῇ τοιαύτῃ ἡδονῇ ὀρεκτικός, μεγαλοπρεπής. δ’ ἐπὶ τὸ μεῖζον καὶ παρὰ μέλος, ἀνώνυμος· οὐ μὴν ἀλλ’ ἔχει τινὰ γειτνίασιν, οὓς καλοῦσί τινες ἀπειροκάλους καὶ σαλάκωνας.



Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1232b Arist. Eth. Eud. 1233a (English) >>Arist. Eth. Eud. 1233b

Powered by PhiloLogic