Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1231a Arist. Eth. Eud. 1231b (English) >>Arist. Eth. Eud. 1232a

1231b.1 δ’ ἔλλειψις ἤτοι ἀνώνυμος τοῖς εἰρημένοις ὀνόμασι προσαγορευομένη. ἀκριβέστερον δὲ περὶ τοῦ γένους τῶν ἡδονῶν ἔσται διαιρετέον ἐν τοῖς λεγομένοις ὕστερον περὶ ἐγκρατείας καὶ ἀκρασίας. 1231b.5

τὸν αὐτὸν δὲ τρόπον ληπτέον καὶ περὶ πραότητος καὶ χαλεπότητος· καὶ γὰρ τὸν πρᾶον περὶ λύπην τὴν ἀπὸ θυμοῦ γιγνομένην ὁρῶμεν ὄντα, τῷ πρὸς ταύτην ἔχειν πώς. διεγράψαμεν δὲ καὶ ἀντεθήκαμεν τῷ ὀργίλῳ καὶ χαλεπῷ καὶ ἀγρίῳ (πάντα γὰρ τὰ τοιαῦτα τῆς αὐτῆς ἐστι 1231b.10διαθέσεως) τὸν ἀνδραποδώδη καὶ τὸν ἀνόητον. σχεδὸν γὰρ ταῦτα μάλιστα καλοῦσι τοὺς μηδ’ ἐφ’ ὅσοις δεῖ κινουμένους τὸν θυμόν, ἀλλὰ προπηλακιζομένους εὐχερῶς καὶ ταπεινοὺς πρὸς τὰς ὀλιγωρίας. ἔστι γὰρ ἀντικείμενον τῷ μὲν ταχὺ τὸ μόλις, τῷ δ’ ἠρέμα τὸ σφόδρα, τῷ δὲ πολὺν χρόνον τὸ ὀλίγον 1231b.15λυπεῖσθαι ταύτην τὴν λύπην ἣν καλοῦμεν θυμόν. ἐπεὶ δ’ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἴπομεν, καὶ ἐνταῦθ’ ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις ( μὲν γὰρ χαλεπὸς τοιοῦτος ἐστίν, καὶ θᾶττον καὶ μᾶλλον πάσχων καὶ πλείω χρόνον καὶ ὅτ’ οὐ δεῖ καὶ ὁποίοις οὐ δεῖ καὶ ἐπὶ πολλοῖς, δ’ 1231b.20ἀνδραποδώδης τοὐναντίον), δῆλον ὅτι ἔστι τις καὶ μέσος τῆς ἀνισότητος. ἐπεὶ οὖν ἡμαρτημέναι ἀμφότεραι αἱ ἕξεις ἐκεῖναι, φανερὸν ὅτι ἐπιεικὴς μέση τούτων ἕξις· οὔτε γὰρ προτερεῖ οὔθ’ ὑστερίζει οὔτε οἷς οὐ δεῖ ὀργίζεται οὔτε οἷς δεῖ οὐκ ὀργίζεται. ὥστ’ ἐπεὶ καὶ πραότης βελτίστη ἕξις περὶ ταῦτα τὰ 1231b.25πάθη ἐστίν, εἴη καὶ πραότης μεσότης τις, καὶ πρᾶος μέσος τοῦ χαλεποῦ καὶ τοῦ ἀνδραποδώδους.

ἔστι δὲ καὶ μεγαλοψυχία καὶ μεγαλοπρέπεια καὶ ἐλευθεριότης μεσότητες. μὲν ἐλευθεριότης περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. μὲν γὰρ κτήσει μὲν πάσῃ 1231b.30μᾶλλον χαίρων δεῖ, ἀποβολῇ δὲ πάσῃ λυπούμενος μᾶλλον δεῖ ἀνελεύθερος, δ’ ἀμφότερα ἧττον δεῖ ἄσωτος, δ’ ἄμφω ὡς δεῖ ἐλευθέριος. τοῦτο δὲ λέγω τὸ ὡς δεῖ, καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἄλλων, τὸ ὡς λόγος ὀρθός. ἐπεὶ δ’ ἐκεῖνοι μέν εἰσιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, ὅπου δὲ 1231b.35ἔσχατα εἰσί, καὶ μέσον, καὶ τοῦτο βέλτιστον, ἓν δὲ περὶ ἕκαστον τῷ εἴδει τὸ βέλτιστον· ἀνάγκη καὶ τὴν ἐλευθεριότητα μεσότητα εἶναι ἀσωτίας καὶ ἀνελευθερίας περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. διχῶς δὲ τὰ χρήματα λέγομεν καὶ τὴν χρηματιστικήν. μὲν γὰρ καθ’ αὑτὸ χρῆσις τοῦ κτήματος ἐστίν,



Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1231a Arist. Eth. Eud. 1231b (English) >>Arist. Eth. Eud. 1232a

Powered by PhiloLogic