Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1228b Arist. Eth. Eud. 1229a (English) >>Arist. Eth. Eud. 1229b

1229a.1 οὐθὲν κωλύει τὸν εἰρημένον τρόπον; γὰρ ἀνδρεία ἀκολούθησις τῷ λόγῳ ἐστίν, δὲ λόγος τὸ καλὸν αἱρεῖσθαι κελεύει. διὸ καὶ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν θρασύς· δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος. μὲν 1229a.5οὖν δειλὸς καὶ μὴ δεῖ φοβεῖται, δὲ θρασὺς καὶ μὴ δεῖ θαρρεῖ· δ’ ἀνδρεῖος ἄμφω δεῖ, καὶ ταύτῃ μέσος ἐστίν. γὰρ ἂν λόγος κελεύῃ, ταῦτα καὶ θαρρεῖ καὶ φοβεῖται. δὲ λόγος τὰ μεγάλα λυπηρὰ καὶ φθαρτικὰ οὐ κελεύει ὑπομένειν, ἂν μὴ καλὰ . μὲν οὖν θρασύς, καὶ εἰ μὴ 1229a.10κελεύει, ταῦτα θαρρεῖ, δὲ δειλὸς οὐδ’ ἂν κελεύῃ· δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ.

ἔστι δ’ εἴδη ἀνδρείας πέντε λεγόμενα καθ’ ὁμοιότητα· <τὰ> αὐτὰ γὰρ ὑπομένουσιν, ἀλλ’ οὐ διὰ τὰ αὐτά. μία μὲν πολιτική· αὕτη δ’ ἐστὶν δι’ αἰδῶ οὖσα. δευτέρα στρατιωτική· αὕτη δὲ δι’ 1229a.15ἐμπειρίαν καὶ τὸ εἰδέναι, οὐχ ὥσπερ Σωκράτης ἔφη τὰ δεινά, ἀλλ’ ὅτι τὰς βοηθείας τῶν δεινῶν. τρίτη δ’ δι’ ἀπειρίαν καὶ ἄγνοιαν, δι’ ἣν τὰ παιδία καὶ οἱ μαινόμενοι οἳ μὲν ὑπομένουσι τὰ φερόμενα, οἳ δὲ λαμβάνουσι τοὺς ὄφεις. ἄλλη δ’ κατ’ ἐλπίδα, καθ’ ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς 1229a.20κινδύνους καὶ οἱ μεθύοντες· εὐέλπιδας γὰρ ποιεῖ οἶνος. ἄλλη δὲ διὰ πάθος ἀλόγιστον, οἷον δι’ ἔρωτα καὶ θυμόν. ἄν τε γὰρ ἐρᾷ, θρασὺς μᾶλλον δειλός, καὶ ὑπομένει πολλοὺς κινδύνους, ὥσπερ ἐν Μεταποντίῳ τὸν τύραννον ἀποκτείνας καὶ ἐν Κρήτῃ μυθολογούμενος· καὶ δι’ ὀργὴν καὶ θυμὸν 1229a.25ὡσαύτως. ἐκστατικὸν γὰρ θυμός. διὸ καὶ οἱ ἄγριοι σύες ἀνδρεῖοι δοκοῦσιν εἶναι, οὐκ ὄντες· ὅταν γὰρ ἐκστῶσι, τοιοῦτοι εἰσίν, εἰ δὲ μή, ἀνώμαλοι, ὥσπερ οἱ θρασεῖς. ὅμως δὲ μάλιστα φυσικὴ τοῦ θυμοῦ· ἀήττητον γὰρ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται. διὰ νόμον δὲ πολιτικὴ 1229a.30ἀνδρεία. κατ’ ἀλήθειαν δὲ οὐδεμία τούτων, ἀλλὰ πρὸς τὰς παρακελεύσεις τὰς ἐν τοῖς κινδύνοις χρήσιμα ταῦτα πάντα.

περὶ δὲ τῶν φοβερῶν νῦν μὲν ἁπλῶς εἰρήκαμεν, βέλτιον δὲ διορίσασθαι μᾶλλον. ὅλως μὲν οὖν φοβερὰ λέγεται τὰ ποιητικὰ φόβου. τοιαῦτα δ’ ἐστὶν ὅσα φαίνεται ποιητικὰ λύπης 1229a.35φθαρτικῆς· τοῖς γὰρ ἄλλην τινὰ προσδεχομένοις λύπην ἑτέρα μὲν ἄν τις ἴσως λύπη γένοιτο καὶ πάθος ἕτερον, φόβος δ’ οὐκ ἔσται, οἷον εἴ τις προορῷτο ὅτι λυπήσεται λύπην ἣν οἱ φθονοῦντες λυποῦνται, τοιαύτην οἵαν οἱ ζηλοῦντες οἱ αἰσχυνόμενοι. ἀλλ’ ἐπὶ μόναις ταῖς τοιαύταις φαινομέναις 1229a.40ἔσεσθαι λύπαις φόβος γίνεται, ὅσων φύσις ἀναιρετικὴ τοῦ ζῆν.



Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1228b Arist. Eth. Eud. 1229a (English) >>Arist. Eth. Eud. 1229b

Powered by PhiloLogic