Aristophanes, Clouds (XML Header) [genre: poetry; drama; comedy] [word count] [Ar. Nub.].
<<Ar. Nub. 510 Ar. Nub. 518 (English English(2)) >>Ar. Nub. 563

518 θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
520οὕτω νικήσαιμί τ’ ἐγὼ καὶ νομιζοίμην σοφός,
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
καὶ ταύτην σοφώτατ’ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
πρώτους ἠξίωσ’ ἀναγεῦσ’ ὑμᾶς, παρέσχε μοι
ἔργον πλεῖστον· εἶτ’ ἀνεχώρουν ὑπ’ ἀνδρῶν φορτικῶν
525ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτ’ οὖν ὑμῖν μέμφομαι
τοῖς σοφοῖς, ὧν οὕνεκ’ ἐγὼ ταῦτ’ ἐπραγματευόμην.
ἀλλ’ οὐδ’ ὣς ὑμῶν ποθ’ ἑκὼν προδώσω τοὺς δεξιούς.
ἐξ ὅτου γὰρ ἐνθάδ’ ὑπ’ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,
σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην,
530κἀγώ, παρθένος γὰρ ἔτ’ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
ἐξέθηκα, παῖς δ’ ἑτέρα τις λαβοῦσ’ ἀνείλετο,
ὑμεῖς δ’ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·
ἐκ τούτου μοι πιστὰ παρ’ ὑμῖν γνώμης ἔσθ’ ὅρκια.
νῦν οὖν Ἠλέκτραν κατ’ ἐκείνην ἥδ’ κωμῳδία
535ζητοῦσ’ ἦλθ’, ἤν που ’πιτύχῃ θεαταῖς οὕτω σοφοῖς·
γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’· ἥτις πρῶτα μὲν
οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον
ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵν’ γέλως·
540οὐδ’ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχ’ εἵλκυσεν,
οὐδὲ πρεσβύτης λέγων τἄπη τῇ βακτηρίᾳ
τύπτει τὸν παρόντ’ ἀφανίζων πονηρὰ σκώμματα,
οὐδ’ εἰσῇξε δᾷδας ἔχουσ’, οὐδ’ ἰοὺ ἰοὺ βοᾷ,
ἀλλ’ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ’ ἐλήλυθεν.
545κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,
οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’ εἰσάγων,
ἀλλ’ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,
οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
ὃς μέγιστον ὄντα Κλέων’ ἔπαισ’ ἐς τὴν γαστέρα,
550κοὐκ ἐτόλμησ’ αὖθις ἐπεμπηδῆσ’ αὐτῷ κειμένῳ.
οὗτοι δ’, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
τοῦτον δείλαιον κολετρῶσ’ ἀεὶ καὶ τὴν μητέρα.
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
555προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν
Φρύνιχος πάλαι πεποίηχ’, ἣν τὸ κῆτος ἤσθιεν.
εἶθ’ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
ἄλλοι τ’ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
560ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω·
ἢν δ’ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’ εὑρήμασιν,
ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.


Aristophanes, Clouds (XML Header) [genre: poetry; drama; comedy] [word count] [Ar. Nub.].
<<Ar. Nub. 510 Ar. Nub. 518 (English English(2)) >>Ar. Nub. 563

Powered by PhiloLogic