Appian, Numidian Affairs (XML Header) [genre: prose] [word count] [App. Num.].
<<App. Num. 4 App. Num. 5 (English) >>App. Num. 5

ch. 55

Ὅτι Βόκχος ἑτέρους ἔπεμψε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξειεν ἐς τὰς διαλύσεις. λῃστευθέντας δ’ ἐν ὁδῷ τοὺς πρέσβεις τούσδε Σύλλας ὑπεδέξατο, καὶ ξενίζει μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων. ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν Βόκχος, ἐς μὲν ὑπόκρισιν ἐπ’ ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑώων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος καλοῦσιν Ἄτλαντα, Μάριον δ’ ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε.

id. ib.


Appian, Numidian Affairs (XML Header) [genre: prose] [word count] [App. Num.].
<<App. Num. 4 App. Num. 5 (English) >>App. Num. 5

Powered by PhiloLogic