Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.94 Aeschin. 3.97 (English) >>Aeschin. 3.100

3.95

ἀφικνεῖται γὰρ πρὸς ὑμᾶς οὐκέτι δι’ ἀγγέλων, ἀλλ’ αὐτὸς Καλλίας, καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν λόγους διεξῆλθε κατεσκευασμένους ὑπὸ Δημοσθένους. εἶπε γὰρ ὡς ἥκοι ἐκ Πελοποννήσου νεωστὶ σύνταγμα συντάξας εἰς ἑκατὸν ταλάντων πρόσοδον ἐπὶ Φίλιππον, καὶ διελογίζετο ὅσον ἑκάστους ἔδει συντελεῖν, Ἀχαιοὺς μὲν πάντας καὶ Μεγαρέας ἑξήκοντα τάλαντα, τὰς δ’ ἐν Εὐβοία πόλεις ἁπάσας τετταράκοντα·

3.96

ἐκ δὲ τούτων τῶν χρημάτων ὑπάρξειν καὶ ναυτικὴν καὶ πεζὴν δύναμιν· εἶναι δὲ πολλοὺς καὶ ἄλλους τῶν Ἑλλήνων οὓς βούλεσθαι κοινωνεῖν τῆς συντάξεως, ὥστε οὔτε χρημάτων οὔτε στρατιωτῶν ἀπορίαν ἔσεσθαι. καὶ ταῦτα μὲν τὰ φανερά· ἔφη δὲ καὶ πράξεις πράττειν ἑτέρας δι’ ἀπορρήτων, καὶ τούτων εἶναί τινας μάρτυρας τῶν ἡμετέρων πολιτῶν, καὶ τελευτῶν ὀνομαστὶ παρεκάλει Δημοσθένην καὶ συνειπεῖν ἠξίου.

3.97

δὲ σεμνῶς πάνυ παρελθών, τόν τε Καλλίαν ὑπερεπῄνει, τό τε ἀπόρρητον προσεποιήσατο εἰδέναι· τὴν δ’ ἐκ Πελοποννήσου πρεσβείαν ἣν ἐπρέσβευσε, καὶ τὴν ἐξ Ἀκαρνανίας ἔφη βούλεσθαι ὑμῖν ἀπαγγεῖλαι. ἦν δ’ αὐτῷ κεφάλαιον τῶν λόγων, πάντας μὲν Πελοποννησίους ἐπὶ Φίλιππον ὑφ’ ἑαυτοῦ, εἶναι δὲ τὸ σύνταγμα χρημάτων μὲν εἰς ἑκατὸν νεῶν ταχυναυτουσῶν πληρώματα καὶ εἰς πεζοὺς στρατιώτας μυρίους καὶ ἱππέας χιλίους,

3.98

ὑπάρξειν δὲ πρὸς τούτοις καὶ τὰς πολιτικὰς δυνάμεις, ἐκ Πελοποννήσου μὲν πλέον δισχιλίους ὁπλίτας, ἐξ Ἀκαρνανίας δὲ ἑτέρους τοσούτους· δεδόσθαι δὲ ἁπάντων τούτων τὴν ἡγεμονίαν ὑμῖν· πραχθήσεσθαι δὲ ταῦτα οὐκ εἰς μακράν, ἀλλ’ εἰς τὴν ἕκτην ἐπὶ δέκα τοῦ Ἀνθεστηριῶνος μηνός· εἰρῆσθαι γὰρ ἐν ταῖς πόλεσιν ὑφ’ αὑτοῦ καὶ παρηγγέλθαι πάντας ἥκειν συνεδρεύσοντας Ἀθήναζε εἰς τὴν πανσέληνον. καὶ γὰρ τοῦτο ἅνθρωπος [Note] ἴδιον καὶ οὐ κοινὸν ποιεῖ.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.94 Aeschin. 3.97 (English) >>Aeschin. 3.100

Powered by PhiloLogic