Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.89 Aeschin. 3.93 (English) >>Aeschin. 3.95

3.91

ταῦτα διανοηθείς, ἀποστέλλει δεῦρο πρέσβεις Γλαυκέτην καὶ Ἐμπέδωνα καὶ Διόδωρον τὸν δολιχοδρομήσαντα, φέροντας τῷ μὲν δήμῳ κενὰς ἐλπίδας, Δημοσθένει δ’ ἀργύριον καὶ τοῖς περὶ τοῦτον. τρία δ’ ἦν ἅμα ἐξεωνεῖτο, πρῶτον μὲν μὴ διασφαλῆναι τῆς πρὸς ὑμᾶς συμμαχίας· οὐδὲν γὰρ ἦν τὸ μέσον, εἰ μνησθεὶς τῶν προτέρων ἀδικημάτων δῆμος μὴ προσδέξαιτο τὴν συμμαχίαν, ἀλλ’ ὑπῆρχεν αὐτῷ φεύγειν ἐκ Χαλκίδος, τεθνάναι ἐγκαταληφθέντι· τηλικαῦται δυνάμεις ἐπ’ αὐτὸν ἐπεστράτευον, τε Φιλίππου καὶ Θηβαίων. δεύτερον δ’ ἧκον οἱ μισθοὶ τῷ γράψοντι [Note] τὴν συμμαχίαν ὑπὲρ τοῦ μὴ συνεδρεύειν Ἀθήνησι Χαλκιδέας, τρίτον δὲ ὥστε μὴ τελεῖν συντάξεις.

3.92

καὶ τούτων τῶν προαιρέσεων οὐδεμιᾶς ἀπέτυχε Καλλίας, ἀλλ’ μισοτύραννος Δημοσθένης, ὡς αὐτὸς προσποιεῖται, ὅν φησι Κτησιφῶν τὰ βέλτιστα λέγειν, ἀπέδοτο μὲν τοὺς καιροὺς τοὺς τῆς πόλεως, ἔθαψε δ’ ἐν τῇ συμμαχίᾳ βοηθεῖν ἡμᾶς Χαλκιδεῦσι, ῥῆμα μόνον ἀντικαταλλαξάμενος ἀντὶ τούτων, εὐφημίας ἕνεκα προσγράψαςκαὶ Χαλκιδέας βοηθεῖν, ἐάν τις ἴῃ ἐπ’ Ἀθηναίους·”

3.93

τὰς δὲ συνεδρίας καὶ τὰς συντάξεις, ἐξ ὧν ἰσχύσειν πόλεμος ἔμελλεν, ἄρδην ἀπέδοτο, καλλίστοις ὀνόμασιν αἰσχίστας πράξεις γράφων, καὶ τῷ λόγῳ προσβιβάζων ὑμᾶς, τὰς μὲν βοηθείας ὡς δεῖ τὴν πόλιν πρότερον ποιεῖσθαι τοῖς ἀεὶ δεομένοις τῶν Ἑλλήνων, τὰς δὲ συμμαχίας ὑστέρας μετὰ τὰς εὐεργεσίας. ἵνα δ’ εὖ εἰδῆτε ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν Καλλία γραφεῖσαν [Note] συμμαχίαν. ἀνάγνωθι τὸ ψήφισμα.Ψήφισμα



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.89 Aeschin. 3.93 (English) >>Aeschin. 3.95

Powered by PhiloLogic