Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.71 Aeschin. 3.74 (English) >>Aeschin. 3.78

3.73

δὲ ἦν ὑπόλοιπον αὐτοῖς, Κερσοβλέπτην καὶ τὸν ἐπὶ Θρᾴκης τόπον ἔκδοτον ποιῆσαι, καὶ τοῦτ’ ἔπραξαν ἕκτῃ φθίνοντος τοῦ Ἐλαφηβολιῶνος, πρὶν ἐπὶ τὴν ὑστέραν ἀπαίρειν πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους Δημοσθένην· γὰρ μισαλέξανδρος καὶ μισοφίλιππος ἡμῖν οὑτοσὶ ῥήτωρ δὶς ἐπρέσβευσεν εἰς Μακεδονίαν, ἐξὸν μηδὲ ἅπαξ, νυνὶ κελεύων τῶν Μακεδόνων καταπτύειν. εἰς δὲ τὴν ἐκκλησίαν τὴν τῇ ἕκτῃ προκαθεζόμενος βουλευτὴς ὢν ἐκ παρασκευῆς, ἔκδοτον Κερσοβλέπτην μετὰ Φιλοκράτους ἐποίησε.

3.74

λανθάνει γὰρ μὲν Φιλοκράτης ἐν ψηφίσματι μετὰ τῶν ἄλλων [Note] παρεγγράψας, δ’ ἐπιψηφίσας, Δημοσθένης, [Note]ἀποδοῦναι δὲ τοὺς ὅρκους τοῖς πρέσβεσι τοῖς παρὰ Φιλίππου ἐν τῇδε τῇ ἡμέρᾳ τοὺς συνέδρους τῶν συμμάχων.” παρὰ δὲ Κερσοβλέπτου σύνεδρος οὐκ ἐκάθητο· γράψας δὲ τοὺς συνεδρεύοντας ὀμνύναι, τὸν Κερσοβλέπτην οὐ συνεδρεύοντα ἐξέκλῃσε τῶν ὅρκων.

3.75

ὅτι δ’ ἀληθῆ λέγω, ἀνάγνωθί μοι, τίς ἦν ταῦτα γράψας, καὶ τίς [Note] ἐπιψηφίσας. [Note]Ψήφισμα

καλόν, ἄνδρες Ἀθηναῖοι, καλὸν τῶν δημοσίων γραμμάτων φυλακή· ἀκίνητον γάρ ἐστι, καὶ οὐ συμμεταπίπτει τοῖς αὐτομολοῦσιν ἐν τῇ πολιτείᾳ, ἀλλ’ ἀπέδωκε τῷ δήμῳ, ὁπόταν βούληται, συνιδεῖν τοὺς πάλαι μὲν πονηρούς, ἐκ μεταβολῆς δ’ ἀξιοῦντας εἶναι χρηστούς.

3.76

ὑπόλοιπον δ’ ἐστί μοι τὴν κολακείαν διεξελθεῖν. Δημοσθένης γὰρ, ἄνδρες Ἀθηναῖοι, ἐνιαυτὸν βουλεύσας, οὐδεμίαν πώποτε φανήσεται πρεσβείαν εἰς προεδρίαν καλέσας, ἀλλὰ τότε μόνον καὶ πρῶτον· [Note] καὶ προσκεφάλαια ἔθηκε, καὶ φοινικίδας περιεπέτασε, καὶ ἅμα τῇ ἡμέρᾳ ἡγεῖτο τοῖς πρέσβεσιν εἰς τὸ θέατρον, ὥστε καὶ συρίττεσθαι διὰ τὴν ἀσχημοσύνην καὶ κολακείαν. καὶ ὅτ’ ἀπῄεσαν, [Note] ἐμισθώσατο αὐτοῖς τρία ζεύγη ὀρεικὰ καὶ τοὺς πρέσβεις προὔπεμψεν εἰς Θήβας, καταγέλαστον τὴν πόλιν ποιῶν. ἵνα δ’ ἐπὶ τῆς ὑποθέσεως μείνω, λαβέ μοι τὸ ψήφισμα τὸ περὶ τῆς προεδρίας.Ψήφισμα



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.71 Aeschin. 3.74 (English) >>Aeschin. 3.78

Powered by PhiloLogic