Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.68 Aeschin. 3.71 (English) >>Aeschin. 3.74

3.70

καὶ προσέγραψαν [Note] ἐξεῖναι τῷ βουλομένῳ τῶν Ἑλλήνων ἐν τρισὶ μησὶν εἰς τὴν αὐτὴν στήλην ἀναγράφεσθαι μετ’ Ἀθηναίων καὶ μετέχειν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, δύο τὰ μέγιστα προκαταλαμβάνοντες, πρῶτον μὲν τὸν χρόνον τὸν τῆς τριμήνου ταῖς τῶν Ἑλλήνων πρεσβείαις ἱκανὸν παραγενέσθαι κατασκευάζοντες, ἔπειτα τὴν τῶν Ἑλλήνων εὔνοιαν τῇ πόλει μετὰ κοινοῦ συνεδρίου κτώμενοι, ἵν’ εἰ παραβαίνοιντο αἱ συνθῆκαι, μὴ μόνοι μηδ’ ἀπαράσκευοι πολεμήσαιμεν, [Note] νῦν ἡμῖν παθεῖν συνέβη διὰ Δημοσθένην. ὅτι δ’ ἀληθῆ λέγω, ἐξ αὐτοῦ τοῦ δόγματος ἀκούσαντες μαθήσεσθε.Δόγμα Συμμάχων

3.71

τούτῳ τῷ δόγματι συνειπεῖν ὁμολογῶ, καὶ πάντες οἱ ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγοροῦντες· καὶ δῆμος ἀπῆλθε τοιοῦτόν τι ὑπειληφώς, [Note] ὡς ἔσται μὲν εἰρήνη περὶ δὲ συμμαχίας οὐκ ἄμεινον εἴη διὰ τὴν τῶν Ἑλλήνων παράκλησιν βουλεύσασθαι, ἔσται δὲ κοινῇ μετὰ τῶν Ἑλλήνων ἁπάντων. νὺξ ἐν μέσῳ, καὶ παρῆμεν τῇ ὑστεραίᾳ εἰς τὴν ἐκκλησίαν. ἐνταῦθα δὴ προκαταλαβὼν Δημοσθένης τὸ βῆμα, οὐδενὶ τῶν ἄλλων παραλιπὼν λόγον, οὐδὲν ὄφελος ἔφη τῶν χθὲς εἰρημένων εἶναι λόγων, εἰ ταῦθ’ οἱ Φιλίππου μὴ συμπεισθήσονται πρέσβεις, οὐδὲ γιγνώσκειν ἔφη τὴν εἰρήνην ἀπούσης συμμαχίας.

3.72

οὐ γὰρ ἔφη δεῖν, καὶ γὰρ τὸ ῥῆμα μέμνημαι ὡς εἶπε, διὰ τὴν ἀηδίαν τοῦ λέγοντος ἅμα καὶ τοῦ ὀνόματος, “ἀπορρῆξαιτῆς εἰρήνης τὴν συμμαχίαν, οὐδὲ τὰ τῶν Ἑλλήνων ἀναμένειν μελλήματα, ἀλλ’ πολεμεῖν αὐτούς, τὴν εἰρήνην ἰδίᾳ ποιεῖσθαι. καὶ τελευτῶν ἐπὶ τὸ βῆμα παρακαλέσας Ἀντίπατρον ἐρώτημά τι ἠρώτα, προειπὼν μὲν ἐρήσεται, προδιδάξας δὲ χρὴ κατὰ τῆς πόλεως ἀποκρίνασθαι. καὶ τέλος ταῦτ’ ἐνίκα, τῷ μὲν λόγῳ προσβιασαμένου [Note] Δημοσθένους, τὸ δὲ ψήφισμα γράψαντος Φιλοκράτους.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.68 Aeschin. 3.71 (English) >>Aeschin. 3.74

Powered by PhiloLogic