Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.66 Aeschin. 3.69 (English) >>Aeschin. 3.72

3.68

μετὰ ταῦτα, ἄνδρες Ἀθηναῖοι, ἧκον οἱ φιλίππου πρέσβεις· οἱ δὲ ὑμέτεροι [Note] ἀπεδήμουν, παρακαλοῦντες τοὺς Ἕλληνας ἐπὶ Φίλιππον. ἐνταῦθ’ ἕτερον νικᾷ ψήφισμα Δημοσθένης, ἐν γράφει μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας βουλεύσασθαι, μὴ περιμείναντας τοὺς πρέσβεις τοὺς ὑμετέρους, ἀλλ’ εὐθὺς μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει, τῇ ὀγδόῃ καὶ ἐνάτῃ ἐπὶ δέκα. ὅτι δ’ ἀληθῆ λέγω, τῶν ψηφισμάτων ἀκούσατε.Ψηφίσματα

3.69

ἐπειδὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, παρεληλύθει τὰ Διονύσια, ἐγίγνοντο δὲ αἱ ἐκκλησίαι, ἐν [Note] τῇ προτέρᾳ τῶν ἐκκλησιῶν [Note] ἀνεγνώσθη δόγμα κοινὸν τῶν συμμάχων, οὗ τὰ κεφάλαια διὰ βραχέων ἐγὼ προερῶ. πρῶτον μὲν γὰρ ἔγραψαν ὑπὲρ εἰρήνης ὑμᾶς μόνον βουλεύσασθαι, τὸ δὲ τῆς συμμαχίας ὄνομα ὑπερέβησαν, οὐκ ἐπιλελησμένοι, ἀλλὰ καὶ τὴν εἰρήνην ἀναγκαιοτέραν καλλίω ὑπολαμβάνοντες εἶναι· ἔπειτα ἀπήντησαν ὀρθῶς ἰασόμενοι τὸ Δημοσθένους δωροδόκημα,

3.70

καὶ προσέγραψαν [Note] ἐξεῖναι τῷ βουλομένῳ τῶν Ἑλλήνων ἐν τρισὶ μησὶν εἰς τὴν αὐτὴν στήλην ἀναγράφεσθαι μετ’ Ἀθηναίων καὶ μετέχειν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, δύο τὰ μέγιστα προκαταλαμβάνοντες, πρῶτον μὲν τὸν χρόνον τὸν τῆς τριμήνου ταῖς τῶν Ἑλλήνων πρεσβείαις ἱκανὸν παραγενέσθαι κατασκευάζοντες, ἔπειτα τὴν τῶν Ἑλλήνων εὔνοιαν τῇ πόλει μετὰ κοινοῦ συνεδρίου κτώμενοι, ἵν’ εἰ παραβαίνοιντο αἱ συνθῆκαι, μὴ μόνοι μηδ’ ἀπαράσκευοι πολεμήσαιμεν, [Note] νῦν ἡμῖν παθεῖν συνέβη διὰ Δημοσθένην. ὅτι δ’ ἀληθῆ λέγω, ἐξ αὐτοῦ τοῦ δόγματος ἀκούσαντες μαθήσεσθε.Δόγμα Συμμάχων



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.66 Aeschin. 3.69 (English) >>Aeschin. 3.72

Powered by PhiloLogic