Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.63 Aeschin. 3.66 (English) >>Aeschin. 3.69

3.65

δεύτερον δ’ ὅπως μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν εἶναι ψηφιεῖσθε πρὸς Φίλιππον, ἵνα, εἴ τινες προσέχοιεν τῷ πλήθει τῷ ὑμετέρῳ, εἰς τὴν ἐσχάτην ἐμπέσοιεν ἀθυμίαν, ὁρῶντες ὑμᾶς αὑτοὺς μὲν παρακαλοῦντας ἐπὶ τὸν πόλεμον, οἴκοι δὲ μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν ἐψηφισμένους ποιεῖσθαι· τρίτον δὲ ὅπως Κερσοβλέπτης Θρᾴκης βασιλεὺς μὴ ἔσται ἔνορκος, μηδέ [Note] μετέσται τῆς συμμαχίας καὶ τῆς εἰρήνης αὐτῷ. παρηγγέλλετο δ’ ἐπ’ αὐτὸν ἤδη στρατεία.

3.66

καὶ ταῦθ’ μὲν ἐξωνούμενος οὐκ ἠδίκει, πρὸ γὰρ τῶν ὅρκων καὶ τῶν συνθηκῶν ἀνεμέσητον ἦν αὐτῷ πράττειν τὰ συμφέροντα, οἱ δ’ ἀποδόμενοι καὶ κατακοινωνήσαντες τὰ τῆς πόλεως ἰσχυρὰ μεγάλης ὀργῆς ἦσαν ἄξιοι. γὰρ μισαλέξανδρος νυνὶ φάσκων εἶναι, καὶ τότε μισοφίλιππος, Δημοσθένης, τὴν ξενίαν ἐμοὶ προφέρων τὴν Ἀλεξάνδρου, γράφει ψήφισμα, τοὺς καιροὺς τῆς πόλεως ὑφαιρούμενος,

3.67

ἐκκλησίαν ποιεῖν τοὺς πρυτάνεις τῇ ὀγδόῃ ἱσταμένου τοῦ Ἐλαφηβολιῶνος μηνός, ὅτ’ ἦν τῷ Ἀσκληπιῷ θυσία καὶ προαγών, ἐν τῇ ἱερᾷ ἡμέρᾳ, πρότερον οὐδεὶς μέμνηται γεγονός, τίνα πρόφασιν ποιησάμενος; “ἵνα,” φησίν, “ἐὰν παρῶσιν ἤδη οἱ Φιλίππου πρέσβεις, βουλεύσηται δῆμος ὡς τάχιστα περὶ τῶν πρὸς φίλιππον,” τοῖς οὔπω παροῦσι πρέσβεσι προκαταλαμβάνων τὴν ἐκκλησίαν, καὶ τοὺς χρόνους ὑμῶν ὑποτεμνόμενος καὶ τὸ πρᾶγμα κατασπεύδων, ἵνα μὴ μετὰ τῶν ἄλλων Ἑλλήνων, ἐπανελθόντων τῶν ὑμετέρων πρέσβεων, ἀλλὰ μόνοι ποιήσησθε τὴν εἰρήνην.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.63 Aeschin. 3.66 (English) >>Aeschin. 3.69

Powered by PhiloLogic