Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.58 Aeschin. 3.61 (English) >>Aeschin. 3.64

3.60

οὕτω καὶ νῦν τὴν ἀκρόασιν ποιήσασθε. εἴ τινες ὑμῶν ἐκ τῶν ἔμπροσθεν χρόνων ἥκουσιν οἴκοθεν τοιαύτην ἔχοντες τὴν δόξαν, ὡς ἄρα Δημοσθένης οὐδὲν πώποτε εἴρηκεν ὑπὲρ Φιλίππου συστὰς μετὰ Φιλοκράτους,—ὅστις οὕτω διάκειται, μήτ’ ἀπογνώτω μηδὲν μήτε καταγνώτω πρὶν ἂν [Note] ἀκούσῃ· οὐ γὰρ δίκαιον. ἀλλ’ ἐάν, ἐμοῦ διὰ βραχέων [Note] ὑπομιμνῄσκοντος τοὺς καιροὺς καὶ τὰ ψηφίσματα παρεχομένου μετὰ Φιλοκράτους ἔγραψε Δημοσθένης, αὐτὸς [Note] τῆς ἀληθείας λογισμὸς καταλάβῃ [Note] τὸν Δημοσθένην πλείω μὲν γεγραφότα ψηφίσματα Φιλοκράτους τῆς ἐξ ἀρχῆς εἰρήνης καὶ συμμαχίας,

3.61

καθ’ ὑπερβολὴν δὲ αἰσχύνης κεκολακευκότα Φίλιππον καὶ τοὺς παρ’ ἐκείνου πρέσβεις, [Note] αἴτιον δὲ γεγονότα τῷ δήμῳ τοῦ μὴ μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιήσασθαι τὴν εἰρήνην, ἔκδοτον δὲ πεποιηκότα Φιλίππῳ Κερσοβλέπτην τὸν Θρᾴκης βασιλέα, ἄνδρα φίλον καὶ σύμμαχον τῇ πόλει,—ἐὰν ταῦθ’ ὑμῖν σαφῶς ἐπιδείξω, δεήσομαι ὑμῶν μετρίαν δέησιν· ἐπινεύσατέ μοι πρὸς θεῶν τὸν πρῶτον τῶν τεττάρων καιρῶν μὴ καλῶς αὐτὸν πεπολιτεῦσθαι. λέξω δὲ ὅθεν μάλιστα παρακολουθήσετε.

3.62

ἔγραψε Φιλοκράτης ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπειν περὶ εἰρήνης. τοῦτο τὸ ψήφισμα ἐγράφη παρανόμων. ἧκον οἱ τῆς κρίσεως χρόνοι· κατηγόρει μὲν Λυκῖνος γραψάμενος, ἀπελογεῖτο δὲ Φιλοκράτης, συναπελογεῖτο δὲ Δημοσθένης· ἀπέφυγε Φιλοκράτης· μετὰ ταῦτα ἐπῄει [Note] Θεμιστοκλῆς ἄρχων· ἐνταῦθ’ εἰσέρχεται βουλευτὴς [Note] Δημοσθένης, οὔτε λαχὼν οὔτ’ ἐπιλαχών, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος, ἵν’ εἰς ὑποδοχὴν ἅπαντα καὶ λέγοι καὶ πράττοι Φιλοκράτει, ὡς αὐτὸ ἔδειξε τὸ ἔργον.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.58 Aeschin. 3.61 (English) >>Aeschin. 3.64

Powered by PhiloLogic