Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.53 Aeschin. 3.55 (English) >>Aeschin. 3.58

3.54

περὶ δὲ τῶν δημοσίων ἀδικημάτων πειράσομαι σαφέστερον εἰπεῖν. καὶ γὰρ πυνθάνομαι μέλλειν Δημοσθένην, ἐπειδὰν αὐτοῖς λόγος ἀποδοθῇ, καταριθμεῖσθαι πρὸς ὑμᾶς, ὡς ἄρα τῇ πόλει τέτταρες ἤδη γεγένηνται καιροί, ἐν οἷς αὐτὸς πεπολίτευται. ὧν ἕνα μὲν καὶ πρῶτον, ὡς ἔγωγε ἀκούω, καταλογίζεται ἐκεῖνον τὸν χρόνον ἐν πρὸς Φίλιππον ὑπὲρ Ἀμφιπόλεως ἐπολεμοῦμεν· τοῦτον δ’ ἀφορίζεται τῇ γενομένῃ εἰρήνῃ καὶ συμμαχίᾳ ἣν Φιλοκράτης Ἁγνούσιος ἔγραψε καὶ αὐτὸς οὗτος μετ’ ἐκείνου, ὡς ἐγὼ δείξω.

3.55

δεύτερον δέ φησι καιρὸν γενέσθαι, ὃν ἤγομεν χρόνον τὴν εἰρήνην, δηλονότι μέχρι τῆς ἡμέρας ἐκείνης ἐν καταλύσας τὴν ὑπάρχουσαν εἰρήνην τῇ πόλει, αὐτὸς οὗτος ῥήτωρ ἔγραψε τὸν πόλεμον· τρίτον δὲ ὃν ἐπολεμοῦμεν χρόνον μέχρι τῶν ἐν [Note] Χαιρωνείᾳ, τέταρτον δὲ τὸν νῦν παρόντα καιρόν. ταῦτα δὲ καταριθμησάμενος, ὡς ἀκούω, μέλλει με παρακαλεῖν καὶ ἐπερωτᾶν, ὁποίου τούτων τῶν τεττάρων αὐτοῦ καιρῶν κατηγορῶ, καὶ πότε αὐτὸν οὐ τὰ βέλτιστά φημι τῷ δήμῳ πεπολιτεῦσθαι· κἂν μὴ θέλω ἀποκρίνασθαι, ἀλλ’ ἐγκαλύπτωμαι καὶ ἀποδιδράσκω, ἐκκαλύψειν μέ φησι προσελθὼν καὶ ἄξειν ἐπὶ τὸ βῆμα καὶ ἀναγκάσειν ἀποκρίνασθαι.

3.56

ἵν’ οὖν μήθ’ οὗτος ἰσχυρίζηται ὑμεῖς τε προειδῆτε ἐγώ τε ἀποκρίνωμαι, ἐναντίον σοι τῶν δικαστῶν, Δημόσθενες, καὶ τῶν ἄλλων πολιτῶν, ὅσοι δὴ [Note] ἔξωθεν περιεστᾶσι, καὶ Ἑλλήνων, ὅσοις ἐπιμελὲς γέγονεν ἐπακούειν [Note] τῆσδε τῆς κρίσεως· ὁρῶ δὲ οὐκ ὀλίγους παρόντας, ἀλλ’ ὅσους οὐδεὶς πώποτε μέμνηται πρὸς ἀγῶνα δημόσιον παραγενομένους· ἀποκρίνομαι, ὅτι ἁπάντων τῶν τεττάρων καιρῶν κατηγορῶ σου ὅσους [Note] διαιρῇ,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.53 Aeschin. 3.55 (English) >>Aeschin. 3.58

Powered by PhiloLogic