Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.46 Aeschin. 3.49 (English) >>Aeschin. 3.52

3.48

ἐπειδὰν τοίνυν ἐξαπατῶντες ὑμᾶς λέγωσιν ὡς προσγέγραπται ἐν τῷ νόμῳ ἐξεῖναι στεφανοῦν, “ἐὰν ψηφίσηται δῆμος,” ἀπομνημονεύετε αὐτοῖς ὑποβάλλειν· Ναί, εἴ γε σέ τις ἄλλη πόλις στεφανοῖ· εἰ δὲ δῆμος Ἀθηναίων, ἀποδέδεικταί σοι τόπος ὅπου δεῖ τοῦτο γίγνεσθαι, ἀπείρηταί σοι ἔξω τῆς ἐκκλησίας μὴ κηρύττεσθαι. τὸ γὰρἄλλοθι δὲ μηδαμοῦ τι ἐστίν, ὅλην τὴν ἡμέραν λέγε· οὐ γὰρ ἀποδείξεις ὡς ἔννομα γέγραφεν.

3.49

ἔστι δὲ ὑπόλοιπόν μοι μέρος τῆς κατηγορίας ἐφ’ μάλιστα σπουδάζω· τοῦτο δέ ἐστιν πρόφασις δι’ ἣν αὐτὸν ἀξιοῖ στεφανοῦσθαι. λέγει γὰρ οὕτως ἐν τῷ ψηφίσματι· “καὶ τὸν κήρυκα ἀναγορεύειν ἐν τῷ θεάτρῳ πρὸς τοὺς Ἕλληνας, ὅτι στεφανοῖ αὐτὸν δῆμος Ἀθηναίων [Note] ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας,” καὶ τὸ μέγιστον· “ὅτι διατελεῖ καὶ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ.”

3.50

ἁπλοῦς δὴ παντάπασιν μετὰ ταῦτα ἡμῖν λόγος γίγνεται, καὶ ὑμῖν ἀκούσασι κρῖναι εὐμαθής· δεῖ γὰρ δή που τὸν μὲν κατηγοροῦντα ἐμὲ τοῦθ’ ὑμῖν ἐπιδεικνύναι, ὡς εἰσὶν οἱ κατὰ Δημοσθένους ἔπαινοι ψευδεῖς, καὶ ὡς οὔτ’ ἤρξατολέγειν τὰ βέλτιστα,” οὔτε νῦνδιατελεῖ πράττων τὰ συμφέροντα τῷ δήμῳ.” κἂν τοῦτ’ ἐπιδείξω, δικαίως δή που τὴν γραφὴν ἁλώσεται Κτησιφῶν· ἅπαντες γὰρ ἀπαγορεύουσιν οἱ νόμοι μηδένα ψευδῆ γράμματα ἐγγράφειν ἐν τοῖς δημοσίοις ψηφίσμασι. τῷ δ’ ἀπολογουμένῳ τοὐναντίον τούτου δεικτέον ἐστίν. ὑμεῖς δ’ ἡμῖν ἔσεσθε τῶν λόγων κριταί.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.46 Aeschin. 3.49 (English) >>Aeschin. 3.52

Powered by PhiloLogic