Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.45 Aeschin. 3.48 (English) >>Aeschin. 3.51

3.47

ἀλλ’ οὐκ ἐκεῖνον τὸν ἐν τῇ ἐκκλησίᾳ ἀναρρηθέντα στέφανον οὐδεὶς καθιεροῖ, ἀλλ’ ἔξεστι κεκτῆσθαι, ἵνα μὴ μόνον αὐτός, ἀλλὰ καὶ οἱ ἐξ ἐκείνου, ἔχοντες ἐν τῇ οἰκία τὸ ὑπόμνημα, μηδέποτε κακοὶ τὴν ψυχὴν εἰς τὸν δῆμον γίγνωνται. καὶ διὰ τοῦτο προσέθηκεν νομοθέτης μὴ κηρύττεσθαι τὸν ἀλλότριον στέφανον ἐν τῷ θεάτρῳ, “ἐὰν μὴ ψηφίσηται δῆμος,” ἵν’ πόλις βουλομένη τινὰ τῶν ὑμετέρων στεφανοῦν πρέσβεις πέμψασα δεηθῇ τοῦ δήμου, καὶ [Note] κηρυττόμενος μείζω χάριν εἰδῇ τῶν στεφανούντων ὑμῖν, [Note] ὅτι κηρύξαι ἐπετρέψατε. ὅτι δ’ ἀληθῆ λέγω, τῶν νόμων αὐτῶν ἀκούσατε.Νόμοι

3.48

ἐπειδὰν τοίνυν ἐξαπατῶντες ὑμᾶς λέγωσιν ὡς προσγέγραπται ἐν τῷ νόμῳ ἐξεῖναι στεφανοῦν, “ἐὰν ψηφίσηται δῆμος,” ἀπομνημονεύετε αὐτοῖς ὑποβάλλειν· Ναί, εἴ γε σέ τις ἄλλη πόλις στεφανοῖ· εἰ δὲ δῆμος Ἀθηναίων, ἀποδέδεικταί σοι τόπος ὅπου δεῖ τοῦτο γίγνεσθαι, ἀπείρηταί σοι ἔξω τῆς ἐκκλησίας μὴ κηρύττεσθαι. τὸ γὰρἄλλοθι δὲ μηδαμοῦ τι ἐστίν, ὅλην τὴν ἡμέραν λέγε· οὐ γὰρ ἀποδείξεις ὡς ἔννομα γέγραφεν.

3.49

ἔστι δὲ ὑπόλοιπόν μοι μέρος τῆς κατηγορίας ἐφ’ μάλιστα σπουδάζω· τοῦτο δέ ἐστιν πρόφασις δι’ ἣν αὐτὸν ἀξιοῖ στεφανοῦσθαι. λέγει γὰρ οὕτως ἐν τῷ ψηφίσματι· “καὶ τὸν κήρυκα ἀναγορεύειν ἐν τῷ θεάτρῳ πρὸς τοὺς Ἕλληνας, ὅτι στεφανοῖ αὐτὸν δῆμος Ἀθηναίων [Note] ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας,” καὶ τὸ μέγιστον· “ὅτι διατελεῖ καὶ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ.”



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.45 Aeschin. 3.48 (English) >>Aeschin. 3.51

Powered by PhiloLogic