Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.39 Aeschin. 3.42 (English) >>Aeschin. 3.45

3.41

ὅθεν δὲ τὸ Ψεῦδος τοῦτο ἐπιφέρουσιν, ἐγὼ διδάξω ὑμᾶς, προειπὼν ὧν ἕνεκα οἱ νόμοι ἐτέθησαν οἱ περὶ τῶν ἐν τῷ θεάτρῳ κηρυγμάτων. γιγνομένων γὰρ τῶν ἐν ἄστει τραγῳδῶν ἀνεκήρυττόν τινες, οὐ πείσαντες τὸν δῆμον, οἱ μὲν ὅτι στεφανοῦνται ὑπὸ τῶν φυλετῶν, ἕτεροι δ’ ὅτι [Note] ὑπὸ τῶν δημοτῶν· ἄλλοι δέ τινες ὑποκηρυξάμενοι τοὺς αὑτῶν οἰκέτας ἀφίεσαν ἐλευθέρους, [Note] μάρτυρας [Note] τοὺς Ἕλληνας ποιούμενοι.

3.42

δ’ ἦν ἐπιφθονώτατον, προξενίας εὑρημένοι τινὲς ἐν ταῖς ἔξω πόλεσι, διεπράττοντο ἀναγορεύεσθαι ὅτι στεφανοῖ αὐτοὺς δῆμος, εἰ οὕτω τύχοι, τῶν Ῥοδίων Χίων καί τινος ἄλλης πόλεως, ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας. καὶ ταῦτ’ ἔπραττον, οὐχ ὥσπερ οἱ ὑπὸ τῆς βουλῆς τῆς ὑμετέρας στεφανούμενοι ὑπὸ τοῦ δήμου, πείσαντες ὑμᾶς καὶ μετὰ Ψηφίσματος, πολλὴν χάριν καταθέμενοι, ἀλλ’ αὐτοὶ προελόμενοι, ἄνευ δόγματος ὑμετέρου.

3.43

ἐκ δὲ τούτου τοῦ τρόπου συνέβαινε τοὺς μὲν θεατὰς καὶ τοὺς χορηγοὺς καὶ τοὺς ἀγωνιστὰς ἐνοχλεῖσθαι, τοὺς δὲ ἀνακηρυττομένους ἐν τῷ θεάτρῳ μείζοσι τιμαῖς τιμᾶσθαι τῶν ὑπὸ τοῦ δήμου στεφανουμένων. τοῖς μὲν γὰρ ἀπεδέδεικτο τόπος ἐκκλησία, ἐν χρῆν στεφανοῦσθαι, καὶ ἀπείρητο ἄλλοθι μηδαμοῦ κηρύττεσθαι· οἱ δὲ ἀνηγορεύοντο ἐναντίον [Note] ἁπάντων τῶν Ἑλλήνων· κἀκεῖνοι μὲν μετὰ ψηφίσματος, πείσαντες ὑμᾶς, οὗτοι δ’ ἄνευ ψηφίσματος.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.39 Aeschin. 3.42 (English) >>Aeschin. 3.45

Powered by PhiloLogic