Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.38 Aeschin. 3.41 (English) >>Aeschin. 3.44

3.40

εἰ τοίνυν, ἄνδρες Ἀθηναῖοι, ἀληθὴς ἦν παρὰ τούτων λόγος, καὶ ἦσαν δύο κείμενοι νόμοι περὶ τῶν κηρυγμάτων, ἐξ ἀνάγκης οἶμαι τῶν μὲν θεσμοθετῶν ἐξευρόντων, τῶν δὲ πρυτάνεων ἀποδόντων τοῖς νομοθέταις ἀνῄρητ’ ἂν ἕτερος τῶν νόμων, ἤτοι τὴν ἐξουσίαν δεδωκὼς ἀνειπεῖν ἀπαγορεύων· ὁπότε δὲ μηδὲν τούτων γεγένηται, φανερῶς δή που ἐξελέγχονται οὐ μόνον Ψευδῆ λέγοντες, ἀλλὰ καὶ παντελῶς ἀδύνατα γενέσθαι.

3.41

ὅθεν δὲ τὸ Ψεῦδος τοῦτο ἐπιφέρουσιν, ἐγὼ διδάξω ὑμᾶς, προειπὼν ὧν ἕνεκα οἱ νόμοι ἐτέθησαν οἱ περὶ τῶν ἐν τῷ θεάτρῳ κηρυγμάτων. γιγνομένων γὰρ τῶν ἐν ἄστει τραγῳδῶν ἀνεκήρυττόν τινες, οὐ πείσαντες τὸν δῆμον, οἱ μὲν ὅτι στεφανοῦνται ὑπὸ τῶν φυλετῶν, ἕτεροι δ’ ὅτι [Note] ὑπὸ τῶν δημοτῶν· ἄλλοι δέ τινες ὑποκηρυξάμενοι τοὺς αὑτῶν οἰκέτας ἀφίεσαν ἐλευθέρους, [Note] μάρτυρας [Note] τοὺς Ἕλληνας ποιούμενοι.

3.42

δ’ ἦν ἐπιφθονώτατον, προξενίας εὑρημένοι τινὲς ἐν ταῖς ἔξω πόλεσι, διεπράττοντο ἀναγορεύεσθαι ὅτι στεφανοῖ αὐτοὺς δῆμος, εἰ οὕτω τύχοι, τῶν Ῥοδίων Χίων καί τινος ἄλλης πόλεως, ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας. καὶ ταῦτ’ ἔπραττον, οὐχ ὥσπερ οἱ ὑπὸ τῆς βουλῆς τῆς ὑμετέρας στεφανούμενοι ὑπὸ τοῦ δήμου, πείσαντες ὑμᾶς καὶ μετὰ Ψηφίσματος, πολλὴν χάριν καταθέμενοι, ἀλλ’ αὐτοὶ προελόμενοι, ἄνευ δόγματος ὑμετέρου.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.38 Aeschin. 3.41 (English) >>Aeschin. 3.44

Powered by PhiloLogic