Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.30 Aeschin. 3.34 (English) >>Aeschin. 3.37

3.32

ὡς τοίνυν καὶ τὴν ἀνάρρησιν τοῦ στεφάνου παρανόμως ἐν τῷ ψηφίσματι κελεύει γίγνεσθαι, καὶ τοῦθ’ ὑμᾶς διδάξω. γὰρ νόμος διαρρήδην κελεύει, ἐὰν μέν τινα στεφανοῖ βουλή, ἐν τῷ βουλευτηρίῳ ἀνακηρύττεσθαι, ἐὰν δὲ δῆμος, ἐν τῇ ἐκκλησίᾳ, “ἄλλοθι δὲ μηδαμοῦ.” καί μοι λέγε τὸν νόμον.Νόμος

3.33

οὗτος νόμος, ἄνδρες Ἀθηναῖοι, καὶ μάλα καλῶς ἔχει. οὐ γὰρ οἶμαι ᾤετο δεῖν νομοθέτης τὸν ῥήτορα σεμνύνεσθαι πρὸς τοὺς ἔξωθεν, ἀλλ’ ἀγαπᾶν ἐν αὐτῇ πόλει τιμώμενον ὑπὸ τοῦ δήμου, καὶ μὴ ἐργολαβεῖν ἐν τοῖς κηρύγμασιν. μὲν οὖν νομοθέτης οὕτως· δὲ Κτησιφῶν πῶς; ἀναγίγνωσκε τὸ ψήφισμα.Ψήφισμα

3.34

ἀκούετε, ἄνδρες Ἀθηναῖοι, ὅτι μὲν νομοθέτης κελεύει ἐν τῷ δήμῳ ἐν Πυκνὶ τῇ ἐκκλησίᾳ ἀνακηρύττειν τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον, “ἄλλοθι δὲ μηδαμοῦ,” Κτησιφῶν δὲ ἐν τῷ θεάτρῳ, οὐ τοὺς νόμους μόνον ὑπερβάς, ἀλλὰ καὶ τὸν τόπον μετενεγκών, οὐδὲ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ τραγῳδῶν γιγνομένων, οὐδ’ ἐναντίον τοῦ δήμου, ἀλλ’ ἐναντίον τῶν Ἑλλήνων, ἵν’ ἡμῖν συνειδῶσιν οἷον ἄνδρα τιμῶμεν.

3.35

οὕτω τοίνυν περιφανῶς παράνομα γεγραφώς, παραταχθεὶς μετὰ Δημοσθένους ἐποίσει τέχνας τοῖς νόμοις· ἃς ἐγὼ δηλώσω καὶ προερῶ ὑμῖν, ἵνα μὴ λάθητε ἐξαπατηθέντες.

οὗτοι γάρ, ὡς μὲν οὐκ ἀπαγορεύουσιν οἱ νόμοι τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττειν ἔξω τῆς ἐκκλησίας, οὐχ ἕξουσι λέγειν, οἴσουσι δὲ εἰς τὴν ἀπολογίαν τὸν Διονυσιακὸν νόμον, καὶ χρήσονται τοῦ νόμου μέρει τινὶ κλέπτοντες τὴν ἀκρόασιν ὑμῶν,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.30 Aeschin. 3.34 (English) >>Aeschin. 3.37

Powered by PhiloLogic