Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.25 Aeschin. 3.28 (English) >>Aeschin. 3.31

3.27

ὡς τοίνυν καὶ τὴν τῶν τειχοποιῶν ἀρχὴν ἦρχεν, ὅθ’ οὗτος τὸ ψήφισμα ἔγραψε, καὶ τὰ δημόσια χρήματα διεχείριζε, καὶ ἐπιβολὰς ἐπέβαλλε, καθάπερ οἱ ἄλλοι ἄρχοντες, καὶ δικαστηρίων ἡγεμονίας ἐλάμβανε, τούτων ὑμῖν αὐτὸν Δημοσθένην μάρτυρα [Note] παρέξομαι. ἐπὶ γὰρ Χαιρώνδου ἄρχοντος, Θαργηλιῶνος μηνὸς δευτέρᾳ φθίνοντος, ἐκκλησίας οὔσης ἔγραψε Δημοσθένης ἀγορὰν ποιῆσαι τῶν φυλῶν Σκιροφοριῶνος δευτέρα ἱσταμένου καὶ τρίτῃ, καὶ ἐπέταξεν ἐν τῷ ψηφίσματι ἑκάστης τῶν φυλῶν ἑλέσθαι τοὺς ἐπιμελησομένους τῶν ἔργων ἐπὶ τὰ τείχη καὶ ταμίας, καὶ μάλα ὀρθῶς, ἵν’ πόλις ἔχοι ὑπεύθυνα σώματα παρ’ ὧν ἔμελλε τῶν ἀνηλωμένων λόγον ἀπολήψεσθαι. καί μοι λέγε τὸ ψήφισμα. [Note]Ψήφισμα [Note]

3.28

ναί, ἀλλ’ ἀντιδιαπλέκει πρὸς τοῦτο εὐθὺς λέγων ὡς οὔτ’ ἔλαχε τειχοποιὸς οὔτ’ ἐχειροτονήθη ὑπὸ τοῦ δήμου. καὶ περὶ τούτου Δημοσθένης μὲν καὶ Κτησιφῶν πολὺν ποιήσονται λόγον· δέ γε νόμος βραχὺς καὶ σαφὴς καὶ ταχὺ λύων τὰς τούτων τέχνας. μικρὰ δὲ ὑμῖν ὑπὲρ αὐτῶν πρῶτον προειπεῖν βούλομαι.

3.29

ἔστι γάρ, ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τὰς ἀρχὰς εἴδη τρία, ὧν ἓν μὲν καὶ πᾶσι φανερώτατον οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ ἄρχοντες, δεύτερον δὲ ὅσοι τι διαχειρίζουσι τῶν τῆς πόλεως ὑπὲρ τριάκοντα ἡμέρας καὶ οἱ [Note] τῶν δημοσίων ἔργων ἐπιστάται, τρίτον δ’ ἐν τῷ νόμῳ γέγραπται, καὶ εἴ τινες ἄλλοι [Note]



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.25 Aeschin. 3.28 (English) >>Aeschin. 3.31

Powered by PhiloLogic