Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.22 Aeschin. 3.25 (English) >>Aeschin. 3.28

3.24

πρὸς μὲν οὖν τὰς κενὰς [Note] προφάσεις ἃς οὗτοι προφασιοῦνται, μέχρι δεῦρο εἰρήσθω μοι· ὅτι δὲ ὄντως ἦν ὑπεύθυνος Δημοσθένης, ὅθ’ οὗτος εἰσήνεγκε τὸ Ψήφισμα, ἄρχων μὲν τὴν ἐπὶ τὸ θεωρικὸν [Note] ἀρχὴν, ἄρχων δὲ τὴν τῶν τειχοποιῶν, οὐδετέρας δέ πω τῶν ἀρχῶν τούτων λόγον ὑμῖν οὐδ’ εὐθύνας δεδωκώς, ταῦτ’ ἤδη πειράσομαι ὑμᾶς διδάσκειν ἐκ τῶν δημοσίων γραμμάτων. καί μοι ἀνάγνωθι, ἐπὶ τίνος ἄρχοντος καὶ ποίου μηνὸς καὶ ἐν τίνι ἡμέρᾳ καὶ ἐν ποίᾳ ἐκκλησίᾳ ἐχειροτονήθη Δημοσθένης τὴν ἀρχὴν τὴν ἐπὶ τὸ θεωρικόν. [Note]Διαλογισμὸς τῶν Ἡμερῶν

οὐκοῦν εἰ μηδὲν ἔτι περαιτέρω [Note] δείξαιμι, δικαίως ἂν ἁλίσκοιτο Κτησιφῶν· αἱρεῖ γὰρ αὐτὸν οὐχ κατηγορία ἐμή, ἀλλὰ τὰ δημόσια γράμματα.

3.25

πρότερον μὲν τοίνυν, ἄνδρες Ἀθηναῖοι, ἀντιγραφεὺς ἦν χειροτονητὸς τῇ πόλει, ὃς καθ’ ἑκάστην πρυτανείαν ἀπελογίζετο τὰς προσόδους τῷ δήμῳ· διὰ δὲ τὴν πρὸς Εὔβουλον γενομένην πίστιν ὑμῖν οἱ ἐπὶ τὸ θεωρικὸν κεχειροτονημένοι ἦρχον μέν, πρὶν τὸν Ἡγήμονος νόμον γενέσθαι, τὴν τοῦ ἀντιγραφέως ἀρχήν, ἦρχον δὲ τὴν τῶν ἀποδεκτῶν, καὶ νεωρίων ἦρχον, [Note] καὶ σκευοθήκην ᾠκοδόμουν, ἦσαν δὲ καὶ ὁδοποιοί, καὶ σχεδὸν τὴν ὅλην διοίκησιν εἶχον τῆς πόλεως.

3.26

καὶ οὐ κατηγορῶν αὐτῶν οὐδ’ ἐπιτιμῶν λέγω, ἀλλ’ ἐκεῖνο ὑμῖν ἐνδείξασθαι βουλόμενος, [Note] ὅτι μὲν νομοθέτης, ἐάν τις μιᾶς ἀρχῆς τῆς ἐλαχίστης ὑπεύθυνος , τοῦτον οὐκ ἐᾷ, πρὶν ἂν λόγου [Note] καὶ εὐθύνας δῷ, στεφανοῦν, Κτησιφῶν δὲ [Note] Δημοσθένην τὸν συλλήβδην ἁπάσας τὰς Ἀθήνησιν ἀρχὰς ἄρχοντα οὐκ ὤκνησε γράΨαι στεφανῶσαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.22 Aeschin. 3.25 (English) >>Aeschin. 3.28

Powered by PhiloLogic