Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.242 Aeschin. 3.244 (English) >>Aeschin. 3.247

3.243

τοιοῦτός ἐστιν ὃν γέγραφας στεφανοῦσθαι, οἷος μὴ γιγνώσκεσθαι ὑπὸ τῶν εὖ πεπονθότων, ἂν μή τις συνείπῃ; ἐπερώτησον δὴ τοὺς δικαστάς, εἰ ἐγίγνωσκον Χαβρίαν καὶ Ἰφικράτην καὶ Τιμόθεον, καὶ πυθοῦ παρ’ αὐτῶν, διὰ τί τὰς δωρεὰς αὐτοῖς ἔδοσαν καὶ τὰς εἰκόνας ἔστησαν. ἅπαντες γὰρ ἅμα ἀποκρινοῦνται, ὅτι Χαβρία μὲν διὰ τὴν περὶ Νάξον ναυμαχίαν, Ἰφικράτει δὲ ὅτι μόραν Λακεδαιμονίων ἀπέκτεινε, Τιμοθέῳ δὲ διὰ τὸν περίπλουν τὸν εἰς Κέρκυραν, καὶ ἄλλοις, ὧν ἑκάστῳ πολλὰ καὶ καλὰ κατὰ πόλεμον ἔργα πέπρακται.

3.244

Δημοσθένει δ’ ἀντεροῦ διὰ τί. [Note] ὅτι δωροδόκος, ὅτι δειλός, ὅτι τὴν τάξιν ἔλιπε; καὶ πότερον τοῦτον τιμήσετε, ὑμᾶς αὐτοὺς ἀτιμωρήτους ἐάσετε καὶ τοὺς ὑπὲρ ὑμῶν ἐν τῇ μάχῃ τελευτήσαντας; οὓς νομίσαθ’ ὁρᾶν σχετλιάζοντας, εἰ οὗτος στεφανωθήσεται. καὶ γὰρ ἂν εἴη δεινόν, ἄνδρες Ἀθηναῖοι, εἰ τὰ μὲν ξύλα καὶ τοὺς λίθους καὶ τὸν σίδηρον, τὰ ἄφωνα καὶ τὰ ἀγνώμονα, ἐάν τῳ ἐμπεσόντα ἀποκτείνῃ, ὑπερορίζομεν, καὶ ἐάν τις αὑτὸν διαχρήσηται, τὴν χεῖρα τὴν τοῦτο πράξασαν χωρὶς τοῦ σώματος θάπτομεν,

3.245

Δημοσθένην δέ, ἄνδρες Ἀθηναῖοι, τὸν γράΨαντα μὲν τὴν πανυστάτην ἔξοδον, προδόν, προδόντα δὲ τοὺς στρατιώτας, τοῦτον ὑμεῖς τιμήσετε. οὐκοῦν ὑβρίζονται μὲν οἱ τελευτήσαντες, ἀθυμότεροι δὲ οἱ ζῶντες γίγνονται, ὁρῶντες τῆς ἀρετῆς ἆθλον μὲν [Note] τὸν θάνατον κείμενον, τὴν δὲ μνήμην ἐπιλείπουσαν· καὶ τὸ μέγιστον, ἐπερωτῶσιν ὑμᾶς οἱ νεώτεροι, πρὸς ὁποῖον χρὴ παράδειγμα αὐτοὺς τὸν βίον ποιεῖσθαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.242 Aeschin. 3.244 (English) >>Aeschin. 3.247

Powered by PhiloLogic