Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.237 Aeschin. 3.240 (English) >>Aeschin. 3.243

3.239

οὗτος μέντοι αὐτὸς ἐγκαταληφθεὶς ὑπὸ τῶν νυνὶ παρόντων αὐτῷ κινδύνων, οὐκ αἰτούντων Ἀθηναίων, αὐτὸς ἑκὼν κατέπεμψε τριακόσια τάλαντα τῷ δήμῳ, σωφρονῶν οὐκ ἐδέξατο. δὲ κομίζων ἦν τὸ χρυσίον καιρὸς καὶ φόβος καὶ χρεία συμμάχων. τὸ δὲ αὐτὸ τοῦτο καὶ τὴν Θηβαίων συμμαχίαν ἐξηργάσατο. σὺ δὲ τὸ μὲν τῶν Θηβαίων ὄνομα καὶ τὸ τῆς δυστυχεστάτης συμμαχίας ἐνοχλεῖς ἀεὶ λέγων, τὰ δ’ ἑβδομήκοντα τάλαντα ὑποσιωπᾷς, προλαβὼν τοῦ βασιλικοῦ χρυσίου ἀπεστέρηκας.

3.240

οὐ δι’ ἔνδειαν χρημάτων ἕνεκα μὲν πέντε ταλάντων οἱ ξένοι Θηβαίοις τὴν ἄκραν οὐ παρέδοσαν; διὰ ἐννέα δὲ τάλαντα ἀργυρίου πάντων Ἀρκάδων ἐξεληλυθότων καὶ τῶν ἡγεμόνων ἑτοίμων ὄντων βοηθεῖν, πρᾶξις οὐ γεγένηται; σὺ δὲ πλουτεῖς καὶ ταῖς ἡδοναῖς ταῖς σαυτοῦ χορηγεῖς. καὶ τὸ κεφάλαιον, τὸ μὲν βασιλικὸν χρυσίον παρὰ τούτῳ, οἱ δὲ κίνδυνοι παρ’ ὑμῖν.

3.241

ἄξιον δ’ ἐστὶ καὶ τὴν ἀπαιδευσίαν αὐτῶν θεωρῆσαι. εἰ γὰρ τολμήσει Κτησιφῶν μὲν Δημοσθένην παρακαλεῖν λέξοντα εἰς ὑμᾶς, οὗτος δ’ ἀναβὰς ἑαυτὸν ἐγκωμιάζειν, [Note] βαρύτερον τῶν ἔργων ὧν πεπόνθαμεν τὸ ἀκρόαμα γίγνεται. ὅπου γὰρ τοὺς [Note] ὄντως ἄνδρας ἀγαθούς, οἷς πολλὰ καὶ καλὰ σύνισμεν ἔργα, τοὺς καθ’ ἑαυτῶν ἐπαίνους ἐὰν λέγωσιν, οὐ φέρομεν, ὅταν [Note] ἄνθρωπος αἰσχύνη τῆς πόλεως γεγονὼς ἑαυτὸν ἐγκωμιάζῃ, τίς ἂν τὰ τοιαῦτα καρτερήσειεν ἀκούων;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.237 Aeschin. 3.240 (English) >>Aeschin. 3.243

Powered by PhiloLogic