Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.232 Aeschin. 3.235 (English) >>Aeschin. 3.238

3.234

δοκοῦμεν δ’ ἔμοιγε, ἄνδρες Ἀθηναῖοι, ἀμφότερα καὶ κατορθοῦν καὶ παρακινδυνεύειν εἰς τὴν πολιτείαν, οὐ σωφρονοῦντες. ὅτι μὲν γὰρ ἐπὶ τῶν νυνὶ καιρῶν οἱ πολλοὶ τοῖς ὀλίγοις προΐεσθε τὰ τῆς δημοκρατίας ἰσχυρά, οὐκ ἐπαινῶ· ὅτι δ’ οὐ γεγένηται φορὰ καθ’ ἡμᾶς ῥητόρων πονηρῶν ἅμα καὶ τολμηρῶν, εὐτυχοῦμεν. πρότερον μὲν γὰρ τοιαύτας φύσεις ἤνεγκε τὸ δημόσιον, αἳ ῥᾳδίως οὕτω κατέλυσαν τὸν δῆμον· ἔχαιρε γὰρ κολακευόμενος, ἔπειτ’ αὐτὸν οὐχ οὓς ἐφοβεῖτο, ἀλλ’ οἷς ἑαυτὸν ἐνεχείριζε, κατέλυσαν·

3.235

ἔνιοι δὲ καὶ αὐτοὶ τῶν τριάκοντα ἐγένοντο, οἳ πλείους χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν, πρὶν καὶ τὰς αἰτίας ἀκοῦσαι ἐφ’ αἷς ἔμελλον ἀποθνῄσκειν, καὶ οὐδ’ ἐπὶ τὰς ἐκφορὰς [Note] τῶν τελευτησάντων εἴων τοὺς προσήκοντας παραγενέσθαι. οὐχ ὑφ’ ὑμῖν αὐτοῖς ἕξετε τοὺς πολιτευομένους; οὐ ταπεινώσαντες ἀποπέμψετε τοὺς νῦν ἐπηρμένους; οὐ μεμνήσεσθ’ [Note] ὅτι οὐδεὶς πώποτε ἐπέθετο πρότερον δήμου καταλύσει πρὶν ἂν μεῖζον τῶν δικαστηρίων ἰσχύσῃ;

3.236

ἡδέως δ’ ἂν ἔγωγε, ἄνδρες Ἀθηναῖοι, ἐναντίον ὑμῶν ἀναλογισαίμην πρὸς τὸν γράψαντα τὸ ψήφισμα, διὰ ποίας εὐεργεσίας ἀξιοῖ Δημοσθένην στεφανῶσαι. εἰ μὲν γὰρ λέξεις, ὅθεν τὴν ἀρχὴν τοῦ ψηφίσματος ἐποιήσω, ὅτι τὰς τάφους τὰς περὶ τὰ τείχη καλῶς ἐτάφρευσε, θαυμάζω σου. τοῦ γὰρ ταῦτ’ ἐξεργασθῆναι καλῶς τὸ γεγενῆσθαι τούτων ἄτιον μείζω κατηγορίαν ἔχει· οὐ γὰρ περιχαρακώσαντα χρὴ τὰ τείχη, οὐδὲ τάφους δημοσίους [Note] ἀνελόντα τὸν ὀρθῶς πεπολιτευμένον δωρεὰς αἰτεῖν, ἀλλ’ ἀγαθοῦ τινος αἴτιον γεγενημένον τῇ πόλει.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.232 Aeschin. 3.235 (English) >>Aeschin. 3.238

Powered by PhiloLogic