Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.231 Aeschin. 3.234 (English) >>Aeschin. 3.237

3.233

ἔπειτ’ ἔξεισιν ἐκ τοῦ δικαστηρίου τοιοῦτος κριτὴς ἑαυτὸν μὲν ἀσθενῆ πεποιηκώς, ἰσχυρὸν δὲ τὸν ῥήτορα. ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει· ὅταν δ’ ἑτέρῳ ταῦτα παραδῷ, καταλέλυκε τὴν αὐτὸς αὑτοῦ δυναστείαν. ἔπειθ’ μὲν ὅρκος ὃν ὀμωμοκὼς δικάζει, συμπαρακολουθῶν αὐτὸν λυπεῖ· δι’ αὐτὸν γὰρ οἶμαι γέγονε τὸ ἁμάρτημα· δὲ χάρις πρὸς ὃν ἐχαρίζετο ἄδηλος γεγένηται· γὰρ ψῆφος ἀφανὴς φέρεται.

3.234

δοκοῦμεν δ’ ἔμοιγε, ἄνδρες Ἀθηναῖοι, ἀμφότερα καὶ κατορθοῦν καὶ παρακινδυνεύειν εἰς τὴν πολιτείαν, οὐ σωφρονοῦντες. ὅτι μὲν γὰρ ἐπὶ τῶν νυνὶ καιρῶν οἱ πολλοὶ τοῖς ὀλίγοις προΐεσθε τὰ τῆς δημοκρατίας ἰσχυρά, οὐκ ἐπαινῶ· ὅτι δ’ οὐ γεγένηται φορὰ καθ’ ἡμᾶς ῥητόρων πονηρῶν ἅμα καὶ τολμηρῶν, εὐτυχοῦμεν. πρότερον μὲν γὰρ τοιαύτας φύσεις ἤνεγκε τὸ δημόσιον, αἳ ῥᾳδίως οὕτω κατέλυσαν τὸν δῆμον· ἔχαιρε γὰρ κολακευόμενος, ἔπειτ’ αὐτὸν οὐχ οὓς ἐφοβεῖτο, ἀλλ’ οἷς ἑαυτὸν ἐνεχείριζε, κατέλυσαν·

3.235

ἔνιοι δὲ καὶ αὐτοὶ τῶν τριάκοντα ἐγένοντο, οἳ πλείους χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν, πρὶν καὶ τὰς αἰτίας ἀκοῦσαι ἐφ’ αἷς ἔμελλον ἀποθνῄσκειν, καὶ οὐδ’ ἐπὶ τὰς ἐκφορὰς [Note] τῶν τελευτησάντων εἴων τοὺς προσήκοντας παραγενέσθαι. οὐχ ὑφ’ ὑμῖν αὐτοῖς ἕξετε τοὺς πολιτευομένους; οὐ ταπεινώσαντες ἀποπέμψετε τοὺς νῦν ἐπηρμένους; οὐ μεμνήσεσθ’ [Note] ὅτι οὐδεὶς πώποτε ἐπέθετο πρότερον δήμου καταλύσει πρὶν ἂν μεῖζον τῶν δικαστηρίων ἰσχύσῃ;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.231 Aeschin. 3.234 (English) >>Aeschin. 3.237

Powered by PhiloLogic