Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.229 Aeschin. 3.231 (English) >>Aeschin. 3.234

3.230

θαυμάζω δ’ ἔγωγε ὑμῶν, ἄνδρες Ἀθηναῖοι, καὶ ζητῶ, πρὸς τί ἂν ἀποβλέψαντες ἀποψηφίσαισθε τὴν γραφήν. πότερον ὡς τὸ ψήφισμά ἐστιν ἔννομον; ἀλλ’ οὐδεμία πώποτε γνώμη παρανομωτέρα γεγένηται. ἀλλ’ ὡς τὸ ψήφισμα γράψας οὐκ ἐπιτήδειός ἐστι δίκην δοῦναι; οὐκ ἄρ’ εἰσὶ παρ’ ὑμῖν εὔθυναι βίου, εἰ τοῦτον ἀφήσετε. ἐκεῖνο δ’ οὐ λυπηρόν, εἰ πρότερον μὲν ἐνεπίμπλατο ὀρχήστρα χρυσῶν στεφάνων, οἷς δῆμος ἐστεφανοῦτο ὑπὸ τῶν Ἑλλήνων, [Note] ἐκ δὲ τῶν Δημοσθένους πολιτευμάτων ὑμεῖς μὲν ἀστεφάνωτοι καὶ ἀκήρυκτοι γίγνεσθε, οὗτος δὲ κηρυχθήσεται;

3.231

καὶ εἰ μέν τις τῶν τραγικῶν ποιητῶν τῶν μετὰ ταῦτα ἐπεισαγόντων ποιήσειεν ἐν τραγῳδίᾳ τὸν Θερσίτην ὑπὸ τῶν Ἑλλήνων στεφανούμενον, οὐδεὶς ἂν ὑμῶν ὑπομείνειεν, ὅτι φησὶν Ὅμηρος ἄνανδρον αὐτὸν εἶναι καὶ συκοφάντην· αὐτοὶ δ’ ὅταν τὸν τοιοῦτον ἄνθρωπον στεφανῶτε, οὐκ ἂν [Note] οἴεσθε ἐν ταῖς τῶν Ἑλλήνων δόξαις συρίττεσθαι; οἱ μὲν γὰρ πατέρες ὑμῶν τὰ μὲν ἔνδοξα καὶ λαμπρὰ τῶν πραγμάτων ἀνετίθεσαν τῷ δήμῷ τὰ δὲ ταπεινὰ καὶ καταδεέστερα εἰς τοὺς ῥήτορας τοὺς φαύλους ἔτρεπον· Κτησιφῶν δ’ ὑμᾶς οἴεται δεῖν ἀφελόντας τὴν ἀδοξίαν ἀπὸ Δημοσθένους περιθεῖναι τῷ δήμῳ.

3.232

καὶ φατὲ μὲν εὐτυχεῖς εἶναι, ὡς καὶ ἐστὲ καλῶς ποιοῦντες, ψηφιεῖσθε δ’ ὑπὸ μὲν τῆς τύχης ἐγκαταλελεῖφθαι, ὑπὸ Δημοσθένους δὲ εὖ πεπονθέναι; καὶ τὸ πάντων ἀτοπώτατον, ἐν τοῖς αὐτοῖς δικαστηρίοις τοὺς μὲν τὰς τῶν δώρων γραφὰς ἁλισκομένους ἀτιμοῦτε, ὃν δ’ αὐτοὶ μισθοῦ πολιτευόμενον σύνιστε, στεφανώσετε; καὶ τοὺς μὲν κριτὰς τοὺς ἐκ τῶν Διονυσίων, ἐὰν μὴ δικαίως τοὺς κυκλίους χοροὺς κρίνωσι, ζημιοῦτε· αὐτοὶ δὲ οὐ κυκλίων χορῶν κριταὶ καθεστηκότες, ἀλλὰ νόμων καὶ πολιτικῆς ἀρετῆς, τὰς δωρεὰς οὐ κατὰ τοὺς νόμους οὐδ’ ὀλίγοις καὶ τοῖς ἀξίοις, ἀλλὰ τῷ διαπραξαμένῳ δώσετε;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.229 Aeschin. 3.231 (English) >>Aeschin. 3.234

Powered by PhiloLogic