Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.227 Aeschin. 3.230 (English) >>Aeschin. 3.233

3.229

εἰ δ’ ἦν ἀναγκαῖον ῥηθῆναι, οὐ Δημοσθένους ἦν λόγος, ἀλλ’ ἀνδρὸς στρατηγοῦ μεγάλα μὲν τὴν πόλιν ἀγάθ’ εἰργασμένου, [Note] λέγειν δὲ ἀδυνάτου καὶ τὴν τῶν ἀντιδίκων διὰ τοῦτο ἐζηλωκότος φύσιν, ὅτι σύνοιδεν ἑαυτῷ μὲν οὐδὲν ὧν διαπέπρακται δυναμένῳ φράσαι, τὸν δὲ κατήγορον ὁρᾷ δυνάμενον καὶ τὰ μὴ πεπραγμένα ὑπ’ αὐτοῦ παριστάναι τοῖς ἀκούουσιν ὡς διῴκησεν. ὅταν δ’ ἐξ ὀνομάτων συγκείμενος ἄνθρωπος, καὶ τούτων πικρῶν καὶ περιέργων, ἔπειτα ἐπὶ τὴν ἁπλότητα καὶ τὰ ἔργα καταφεύγῃ, τίς ἂν ἀνάσχοιτο; οὗ τὴν γλῶτταν ὥσπερ τῶν αὐλῶν ἐάν τις ἀφέλῃ, τὸ λοιπὸν οὐδέν ἐστιν.

3.230

θαυμάζω δ’ ἔγωγε ὑμῶν, ἄνδρες Ἀθηναῖοι, καὶ ζητῶ, πρὸς τί ἂν ἀποβλέψαντες ἀποψηφίσαισθε τὴν γραφήν. πότερον ὡς τὸ ψήφισμά ἐστιν ἔννομον; ἀλλ’ οὐδεμία πώποτε γνώμη παρανομωτέρα γεγένηται. ἀλλ’ ὡς τὸ ψήφισμα γράψας οὐκ ἐπιτήδειός ἐστι δίκην δοῦναι; οὐκ ἄρ’ εἰσὶ παρ’ ὑμῖν εὔθυναι βίου, εἰ τοῦτον ἀφήσετε. ἐκεῖνο δ’ οὐ λυπηρόν, εἰ πρότερον μὲν ἐνεπίμπλατο ὀρχήστρα χρυσῶν στεφάνων, οἷς δῆμος ἐστεφανοῦτο ὑπὸ τῶν Ἑλλήνων, [Note] ἐκ δὲ τῶν Δημοσθένους πολιτευμάτων ὑμεῖς μὲν ἀστεφάνωτοι καὶ ἀκήρυκτοι γίγνεσθε, οὗτος δὲ κηρυχθήσεται;

3.231

καὶ εἰ μέν τις τῶν τραγικῶν ποιητῶν τῶν μετὰ ταῦτα ἐπεισαγόντων ποιήσειεν ἐν τραγῳδίᾳ τὸν Θερσίτην ὑπὸ τῶν Ἑλλήνων στεφανούμενον, οὐδεὶς ἂν ὑμῶν ὑπομείνειεν, ὅτι φησὶν Ὅμηρος ἄνανδρον αὐτὸν εἶναι καὶ συκοφάντην· αὐτοὶ δ’ ὅταν τὸν τοιοῦτον ἄνθρωπον στεφανῶτε, οὐκ ἂν [Note] οἴεσθε ἐν ταῖς τῶν Ἑλλήνων δόξαις συρίττεσθαι; οἱ μὲν γὰρ πατέρες ὑμῶν τὰ μὲν ἔνδοξα καὶ λαμπρὰ τῶν πραγμάτων ἀνετίθεσαν τῷ δήμῷ τὰ δὲ ταπεινὰ καὶ καταδεέστερα εἰς τοὺς ῥήτορας τοὺς φαύλους ἔτρεπον· Κτησιφῶν δ’ ὑμᾶς οἴεται δεῖν ἀφελόντας τὴν ἀδοξίαν ἀπὸ Δημοσθένους περιθεῖναι τῷ δήμῳ.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.227 Aeschin. 3.230 (English) >>Aeschin. 3.233

Powered by PhiloLogic