Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.224 Aeschin. 3.228 (English) >>Aeschin. 3.230

3.226

σαυτὸν δ’ οὐκ ἀντερωτᾷς, τίς ἂν εἴη δημαγωγὸς τοιοῦτος, ὅστις τὸν μὲν δῆμον θωπεῦσαι δύναιτο, τοὺς δὲ καιροὺς ἐν οἷς ἦν σῴζεσθαι τὴν πόλιν, ἀποδοῖτο, τοὺς δ’ εὖ φρονοῦντας κωλύοι διαβάλλων συμβουλεύειν, ἀποδρὰς δ’ ἐκ τῶν κινδύνων καὶ τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλὼν ἀξιοίη στεφανοῦσθαι ἐπ’ ἀρετῇ, ἀγαθὸν μὲν πεποιηκὼς μηδέν, πάντων δὲ τῶν κακῶν αἴτιος γεγονώς, ἐπερωτῴη δὲ τοὺς συκοφαντηθέντας ἐκ τῆς πολιτείας ἐπ’ ἐκείνων τῶν καιρῶν ὅτ’ ἐνῆν σῴζεσθαι, διὰ τί αὐτὸν οὐκ ἐκώλυσαν ἐξαμαρτάνειν,

3.227

ἀποκρύπτοιτο δὲ τὸ πάντων τελευταῖον, ὅτι τῆς μάχης ἐπιγενομένης οὐκ ἐσχολάζομεν περὶ τὴν σὴν εἶναι τιμωρίαν, ἀλλ’ ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως ἐπρεσβεύομεν. ἐπειδὴ δὲ οὐκ ἀπέχρη σοι δίκην μὴ δεδωκέναι, ἀλλὰ καὶ δωρεὰς ᾔτεις, [Note] καταγέλαστον ἐν τοῖς Ἕλλησι τὴν πόλιν ποιῶν, ἐνταῦθ’ ἐνέστην καὶ τὴν γραφὴν ἀπήνεγκα.

3.228

καὶ νὴ τοὺς θεοὺς Ὀλυμπίους, ὧν ἐγὼ πυνθάνομαι Δημοσθένην λέξειν, ἐφ’ νυνὶ μέλλω λέγειν ἀγανακτῶ μάλιστα. ἀφομοιοῖ γὰρ μου τὴν φύσιν ταῖς Σειρῆσιν. [Note] καὶ γὰρ ὑπ’ ἐκείνων οὐ κηλεῖσθαί φησι τοὺς ἀκροωμένους, ἀλλ’ ἀπόλλυσθαι, διόπερ οὐδ’ εὐδοκιμεῖν τὴν τῶν Σειρήνων μουσικήν· καὶ δὴ καὶ τὴν τῶν ἐμῶν εὔροιαν [Note] λόγων καὶ τὴν φύσιν μου γεγενῆσθαι ἐπὶ βλάβῃ τῶν ἀκουόντων. καίτοι τὸν λόγον τοῦτον ὅλως μὲν ἔγωγε οὐδενὶ πρέπειν ἡγοῦμαι περὶ ἐμοῦ λέγειν· τῆς γὰρ αἰτίας αἰσχρὸν τὸν αἰτιώμενόν ἐστι τὸ ἔργον μὴ ἔχειν ἐπιδεῖξαι·



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.224 Aeschin. 3.228 (English) >>Aeschin. 3.230

Powered by PhiloLogic