Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.218 Aeschin. 3.222 (English) >>Aeschin. 3.224

3.220

ἐπιτιμᾷς δέ μοι, εἰ μὴ συνεχῶς, ἀλλὰ διαλείπων, πρὸς τὸν δῆμον προσέρχομαι, καὶ τὴν ἀξίωσιν ταύτην οἴει λανθάνειν μεταφέρων οὐκ ἐκ δημοκρατίας, ἀλλ’ ἐξ ἑτέρας πολιτείας. ἐν μὲν γὰρ ταῖς ὀλιγαρχίαις οὐχ βουλόμενος, ἀλλ’ δυναστεύων δημηγορεῖ, [Note] ἐν δὲ ταῖς δημοκρατίαις βουλόμενος, καὶ ὅταν αὐτῷ δοκῇ. καὶ τὸ μὲν διὰ χρόνου λέγειν σημεῖόν ἐστιν ἐπὶ τῶν καιρῶν καὶ τοῦ συμφέροντος ἀνδρὸς πολιτευομένου, τὸ δὲ μηδεμίαν παραλείπειν ἡμέραν ἐργαζομένου καὶ μισθαρνοῦντος.

3.221

ὑπὲρ δὲ τοῦ μήπω κεκρίσθαι ὑπ’ ἐμοῦ, μηδὲ τῶν ἀδικημάτων τιμωρίαν ὑποσχεῖν, ὅταν καταφεύγῃς ἐπὶ τοὺς τοιούτους λόγους, τοὺς ἀκούοντας ἐπιλήσμονας ὑπολαμβάνεις, σαυτὸν παραλογίζῃ.

τὰ μὲν γὰρ περὶ τοὺς Ἀμφισσέας ἠσεβημένα σοι καὶ τὰ περὶ τὴν Εὔβοιαν δωροδοκηθέντα, ἐφ’ [Note] οἷς ὑπ’ ἐμοῦ φανερῶς ἐξηλέγχου, χρόνων ἐγγεγενημένων [Note] ἴσως ἐλπίζεις τὸν δῆμον ἀμνημονεῖν·

3.222

τὰ δὲ περὶ τὰς τριήρεις καὶ τοὺς τριηράρχους ἁρπάγματα τίς ἂν ἀποκρύψαι χρόνος δύναιτ’ ἄν, ὅτε νομοθετήσας περὶ τῶν τριακοσίων, καὶ σαυτὸν πείσας Ἀθηναίους ἐπιστάτην τάξαι τοῦ ναυτικοῦ, ἐξηλέγχθης ὑπ’ ἐμοῦ ἑξήκοντα καὶ πέντε νεῶν ταχυναυτουσῶν τριηράρχους ὑφῃρημένος, πλέον τῆς πόλεως ἀφανίζων ναυτικὸν ποτε [Note] Ἀθηναῖοι τὴν ἐν Νάξῳ ναυμαχίαν Λακεδαιμονίους καὶ Πόλλιν ἐνίκησαν;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.218 Aeschin. 3.222 (English) >>Aeschin. 3.224

Powered by PhiloLogic