Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.20 Aeschin. 3.22 (English) >>Aeschin. 3.25

3.21

καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστ’ εὐθὺς ἀρχόμενος τῶν νόμων, [Note]ἀρχὴν ὑπεύθυνον,” φησί, “μὴ ἀποδημεῖν·” “ Ἡράκλεις,” ὑπολάβοι ἄν τις, “ὅτι ἦρξα, μὴ ἀποδημήσω;” ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως πράξεις δρασμῷ χρήσῃ. πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδ’ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδ’ ἄλλα πολλά· ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας νομοθέτης τὰς τῶν ὑπευθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.

3.22

ναί, ἀλλ’ ἔστι τις ἄνθρωπος ὃς οὔτ’ εἴληφεν οὐδὲν τῶν δημοσίων οὔτ’ ἀνήλωκε, προσῆλθε δὲ πρός τι τῶν κοινῶν.” καὶ τοῦτον ἀποφέρειν κελεύει λόγον πρὸς τοὺς λογιστάς. “καὶ πῶς γε μηδὲν λαβὼν μηδ’ ἀναλώσας ἀποίσει λόγον τῇ πόλει;” αὐτὸς ὑποβάλλει καὶ διδάσκει νόμος χρὴ γράφειν· κελεύει γὰρ αὐτὸ τοῦτο ἐγγράφειν, ὅτιοὔτ’ ἔλαβον οὐδὲν τῶν τῆς πόλεως οὔτ’ ἀνήλωσα.” ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον καὶ ἀνεξέταστον οὐδέν ἐστι τῶν ἐν τῇ πόλει. ὅτι δὲ ἀληθῆ λέγω, αὐτῶν ἀκούσατε τῶν νόμων.Νόμοι

3.23

ὅταν τοίνυν μάλιστα θρασύνηται Δημοσθένης, λέγων ὡς διὰ τὴν ἐπίδοσιν οὐκ ἔστιν ὑπεύθυνος, ἐκεῖνο αὐτῷ ὑποβάλλετε· Οὐκ οὖν ἐχρῆν σε, Δημόσθενες, ἐᾶσαι τὸν τῶν λογιστῶν κήρυκα κηρύξαι τὸ πάτριον καὶ ἔννομον κήρυγμα τοῦτο, “τίς βούλεται κατηγορεῖν;” ἔασον ἀμφισβητῆσαί σοι τὸν βουλόμενον τῶν πολιτῶν, ὡς οὐκ ἐπέδωκας, ἀλλ’ ἀπὸ πολλῶν ὧν ἔχεις εἰς τὴν τῶν τειχῶν οἰκοδομίαν μικρὰ κατέθηκας, δέκα τάλαντα εἰς ταῦτα τῆς [Note] πόλεως εἰληφώς. μὴ ἅρπαζε τὴν φιλοτιμίαν, μηδὲ ἐξαιροῦ τῶν δικαστῶν τὰς Ψήφους ἐκ τῶν χειρῶν, μηδ’ ἔμπροσθεν τῶν νόμων, ἀλλ’ ὕστερος πολιτεύου. ταῦτα γὰρ ὀρθοῖ τὴν δημοκρατίαν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.20 Aeschin. 3.22 (English) >>Aeschin. 3.25

Powered by PhiloLogic