Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.213 Aeschin. 3.217 (English) >>Aeschin. 3.219

3.215

περὶ δὲ τῶν εἰς ἐμαυτὸν λοιδοριῶν βραχέα βούλομαι προειπεῖν. πυνθάνομαι γὰρ λέξειν Δημοσθένην, ὡς πόλις ὑπ’ αὐτοῦ μὲν ὠφέληται πολλά, ὑπ’ ἐμοῦ δὲ καταβέβλαπται, καὶ τὸν Φίλιππον καὶ τὸν Ἀλέξανδρον καὶ τὰς ἀπὸ τούτων αἰτίας ἀνοίσειν ἐπ’ ἐμέ. οὕτω δ’ [Note] ἐστὶν ὡς ἔοικε δεινὸς δημιουργὸς λόγων, ὥστε οὐκ ἀποχρῇ αὐτῷ, εἴ τι πεπολίτευμαι παρ’ ὑμῖν ἐγώ, εἴ τινας δημηγορίας εἴρηκα,

3.216

τούτων κατηγορεῖν, ἀλλὰ καὶ τὴν ἡσυχίαν αὐτὴν τοῦ βίου διαβάλλει καὶ τῆς σιωπῆς μου κατηγορεῖ, ἵνα μηδεὶς αὐτῷ τόπος ἀσυκοφάντητος παραλείπηται, καὶ τὰς ἐν τοῖς γυμνασίοις μετὰ τῶν νεωτέρων μου διατριβὰς καταμέμφεται, καὶ κατὰ τῆσδε τῆς κρίσεως εὐθὺς ἀρχόμενος τοῦ λόγου φέρει τινὰ αἰτίαν, λέγων ὡς ἐγὼ τὴν γραφὴν οὐχ ὑπὲρ τῆς πόλεως ἐγραψάμην, ἀλλ’ ἐνδεικνύμενος Ἀλεξάνδρῳ διὰ τὴν πρὸς αὐτὸν ἔχθραν.

3.217

καὶ νὴ Δία, ὡς ἐγὼ πυνθάνομαι, μέλλει με ἀνερωτᾶν, διὰ τί τὸ μὲν κεφάλαιον αὐτοῦ τῆς πολιτείας ψέγω, τὰ δὲ καθ’ ἕκαστον οὐκ ἐκώλυον οὐδ’ ἐγραφόμην, ἀλλὰ διαλείπων καὶ πρὸς τὴν πολιτείαν οὐ πυκνὰ προσιὼν ἀπήνεγκα τὴν γραφήν. ἐγὼ δὲ οὔτε τὰς Δημοσθένους διατριβὰς ἐζήλωκα, οὔτ’ ἐπὶ ταῖς ἐμαυτοῦ αἰσχύνομαι, οὔτε τοὺς εἰρημένους ἐν ὑμῖν λόγους ἐμαυτῷ ἀρρήτους ἂν [Note] εἶναι βουλοίμην, οὔτε τὰ αὐτὰ τούτῳ δημηγορήσας δεξαίμην [Note] ἂν ζῆν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.213 Aeschin. 3.217 (English) >>Aeschin. 3.219

Powered by PhiloLogic