Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.208 Aeschin. 3.210 (English) >>Aeschin. 3.213

3.209

περὶ δὲ τῶν δακρύων καὶ τοῦ τόνου τῆς φωνῆς, ὅταν ὑμᾶς ἐπερωτᾷ. “ποῖ καταφύγω, ἄνδρες Ἀθηναῖοι; περιεγράΨατέ με· οὐκ ἔστιν ὅποι ἀναπτήσομαι,” ἀνθυποβάλλετε αὐτῷ· “ δὲ δῆμος Ἀθηναίων ποῖ καταφύγῃ, Δημόσθενες; πρὸς ποίαν συμμάχων παρασκευήν; πρὸς ποῖα χρήματα; τί προβαλλόμενος ὑπὲρ τοῦ δήμου πεπολίτευσαι; μὲν γὰρ ὑπὲρ σεαυτοῦ βεβούλευσαι, πάντες ὁρῶμεν. ἐκλιπὼν μὲν τὸ ἄστυ οὐκ οἰκεῖς, ὡς δοκεῖς, ἐν Πειραιεῖ, ἀλλ’ ἐξορμεῖς ἐκ τῆς πόλεως, ἐφόδια δὲ πεπόρισαι τῇ σαυτοῦ ἀνανδρίᾳ τὸ βασιλικὸν χρυσίον καὶ τὰ δημόσια δωροδοκήματα.”

3.210

ὅλως δὲ τί τὰ δάκρυα; τίς κραυγή; τίς τόνος τῆς φωνῆς; οὐχ μὲν τὴν γραφὴν φεύγων ἐστὶ Κτησιφῶν, δ’ ἀγὼν οὐκ ἀτίμητος, σὺ δ’ οὔτε περὶ τοῦ σώματος οὔτε περὶ τῆς ἐπιτιμίας οὔτε περὶ τῆς οὐσίας ἀγωνίζῃ; ἀλλὰ περὶ τίνος ἐστὶν αὐτῷ σπουδή; περὶ χρυσῶν στεφάνων καὶ κηρυγμάτων ἐν τῷ θεάτρῳ παρὰ τοὺς νόμους·

3.211

ὃν ἐχρῆν, εἰ μανεὶς δῆμος τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· “ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω ἐν τὸ κήρυγμα γίγνεται· οὐ γὰρ δεῖ, ἐφ’ οἷς πόλις ἐκείρατο, [Note] ἐπὶ τούτοις ἐμὲ στεφανοῦσθαι.” ἀλλ’ οἶμαι ταῦτα μὲν ἂν εἴποι ἀνὴρ ὄντως βεβιωκὼς μετ’ ἀρετῆς· δὲ σὺ λέξεις, εἴποι ἂν κάθαρμα ζηλοτυποῦν ἀρετήν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.208 Aeschin. 3.210 (English) >>Aeschin. 3.213

Powered by PhiloLogic