Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.18 Aeschin. 3.21 (English) >>Aeschin. 3.24

3.20

πρῶτον μὲν γὰρ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ ἐγγράφειν πρὸς τοὺς λογιστὰς νόμος κελεύει λόγον καὶ εὐθύνας διδόναι, καὶ τὴν ἐκεῖ σκυθρωπὸν καὶ τῶν μεγίστων κυρίαν [Note] ἄγει [Note] ὑπὸ τὴν ὑμετέραν ψῆφον. οὐκ ἄρα στεφανωθήσεται βουλὴ ἐξ Ἀρείου πάγου; οὐδὲ γὰρ πάτριον αὐτοῖς. [Note] οὐκ ἄρα φιλοτιμοῦνται; πάνυ γε, ἀλλ’ οὐκ ἀγαπῶσιν, ἐάν τις παρ’ αὐτοῖς μὴ ἀδικῇ, ἀλλ’ ἐάν τις ἐξαμαρτάνῃ, κολάζουσιν· οἱ δὲ ὑμέτεροι ῥήτορες τρυφῶσι. πάλιν τὴν βουλὴν τοὺς πεντακοσίους ὑπεύθυνον πεποίηκεν νομοθέτης.

3.21

καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστ’ εὐθὺς ἀρχόμενος τῶν νόμων, [Note]ἀρχὴν ὑπεύθυνον,” φησί, “μὴ ἀποδημεῖν·” “ Ἡράκλεις,” ὑπολάβοι ἄν τις, “ὅτι ἦρξα, μὴ ἀποδημήσω;” ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως πράξεις δρασμῷ χρήσῃ. πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδ’ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδ’ ἄλλα πολλά· ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας νομοθέτης τὰς τῶν ὑπευθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.

3.22

ναί, ἀλλ’ ἔστι τις ἄνθρωπος ὃς οὔτ’ εἴληφεν οὐδὲν τῶν δημοσίων οὔτ’ ἀνήλωκε, προσῆλθε δὲ πρός τι τῶν κοινῶν.” καὶ τοῦτον ἀποφέρειν κελεύει λόγον πρὸς τοὺς λογιστάς. “καὶ πῶς γε μηδὲν λαβὼν μηδ’ ἀναλώσας ἀποίσει λόγον τῇ πόλει;” αὐτὸς ὑποβάλλει καὶ διδάσκει νόμος χρὴ γράφειν· κελεύει γὰρ αὐτὸ τοῦτο ἐγγράφειν, ὅτιοὔτ’ ἔλαβον οὐδὲν τῶν τῆς πόλεως οὔτ’ ἀνήλωσα.” ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον καὶ ἀνεξέταστον οὐδέν ἐστι τῶν ἐν τῇ πόλει. ὅτι δὲ ἀληθῆ λέγω, αὐτῶν ἀκούσατε τῶν νόμων.Νόμοι



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.18 Aeschin. 3.21 (English) >>Aeschin. 3.24

Powered by PhiloLogic