Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.206 Aeschin. 3.209 (English) >>Aeschin. 3.212

3.208

ὅταν δὴ τὰ τοιαῦτα λέγῃ, πρὸς μὲν τοὺς στασιαστικοὺς λόγους ἐκεῖνο αὐτῷ ὑποβάλλετε· “ Δημόσθενες, εἰ ὅμοιοι ἦσαν σοὶ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες, οὐκ ἄν ποθ’ δημοκρατία κατέστη. νῦν δὲ ἐκεῖνοι μὲν μεγάλων κακῶν συμβάντων ἔσωσαν τὴν πόλιν τὸ κάλλιστον ἐκ παιδείας ῥῆμα φθεγξάμενοι, «μὴ μνησικακεῖν»· σὺ δὲ ἑλκοποιεῖς, καὶ μᾶλλόν σοι μέλει τῶν αὐθημερὸν λόγων, τῆς σωτηρίας τῆς πόλεως.”

ὅταν δ’ ἐπίορκος ὢν εἰς τὴν τῶν ὅρκων [Note] πίστιν καταφυγγάνῃ, ἐκεῖνο ἀπομνημονεύσατε αὐτῷ, ὅτι τῷ πολλάκις μὲν ἐπιορκοῦντι, ἀεὶ δὲ [Note] μεθ’ ὅρκων ἀξιοῦντι πιστεύεσθαι, δυοῖν θάτερον ὑπάρξαι δεῖ, [Note] τοὺς θεοὺς καινούς, τοὺς ἀκροατὰς μὴ τοὺς αὐτούς.

3.209

περὶ δὲ τῶν δακρύων καὶ τοῦ τόνου τῆς φωνῆς, ὅταν ὑμᾶς ἐπερωτᾷ. “ποῖ καταφύγω, ἄνδρες Ἀθηναῖοι; περιεγράΨατέ με· οὐκ ἔστιν ὅποι ἀναπτήσομαι,” ἀνθυποβάλλετε αὐτῷ· “ δὲ δῆμος Ἀθηναίων ποῖ καταφύγῃ, Δημόσθενες; πρὸς ποίαν συμμάχων παρασκευήν; πρὸς ποῖα χρήματα; τί προβαλλόμενος ὑπὲρ τοῦ δήμου πεπολίτευσαι; μὲν γὰρ ὑπὲρ σεαυτοῦ βεβούλευσαι, πάντες ὁρῶμεν. ἐκλιπὼν μὲν τὸ ἄστυ οὐκ οἰκεῖς, ὡς δοκεῖς, ἐν Πειραιεῖ, ἀλλ’ ἐξορμεῖς ἐκ τῆς πόλεως, ἐφόδια δὲ πεπόρισαι τῇ σαυτοῦ ἀνανδρίᾳ τὸ βασιλικὸν χρυσίον καὶ τὰ δημόσια δωροδοκήματα.”

3.210

ὅλως δὲ τί τὰ δάκρυα; τίς κραυγή; τίς τόνος τῆς φωνῆς; οὐχ μὲν τὴν γραφὴν φεύγων ἐστὶ Κτησιφῶν, δ’ ἀγὼν οὐκ ἀτίμητος, σὺ δ’ οὔτε περὶ τοῦ σώματος οὔτε περὶ τῆς ἐπιτιμίας οὔτε περὶ τῆς οὐσίας ἀγωνίζῃ; ἀλλὰ περὶ τίνος ἐστὶν αὐτῷ σπουδή; περὶ χρυσῶν στεφάνων καὶ κηρυγμάτων ἐν τῷ θεάτρῳ παρὰ τοὺς νόμους·



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.206 Aeschin. 3.209 (English) >>Aeschin. 3.212

Powered by PhiloLogic