Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.203 Aeschin. 3.206 (English) >>Aeschin. 3.209

3.205

οὕτω δὴ καὶ τὸν Δημοσθένην ἀξιώσατε ἀπολογεῖσθαι, πρὸς τὸν τῶν ὑπευθύνων νόμον πρῶτον, τὸν περὶ τῶν κηρυγμάτων δεύτερον, τρίτον δὲ τὸ μέγιστον, [Note] ὡς οὐδὲ ἀνάξιός ἐστι τῆς δωρεᾶς. ἐὰν δ’ ὑμῶν δέηται συγχωρῆσαι αὑτῷ περὶ τῆς τάξεως τοῦ λόγου, κατεπαγγελλόμενος ὡς ἐπὶ τῇ τελευτῇ τῆς ἀπολογίας λύσει τὸ παράνομον, μὴ συγχωρεῖτε, μηδ’ ἀγνοεῖθ’ ὅτι πάλαισμα τοῦτ’ ἔστι δικαστηρίου· οὐ γὰρ εἰσαῦθίς ποτε βούλοιτ’ ἂν πρὸς τὸ παράνομον ἀπολογεῖσθαι, ἀλλ’ οὐδὲν ἔχων δίκαιον εἰπεῖν, ἑτέρων παρεμβολῇ πραγμάτων εἰς λήθην ὑμᾶς βούλεται τῆς κατηγορίας ἐμβαλεῖν.

3.206

ὥσπερ οὖν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὁρᾶτε τοὺς πύκτας περὶ τῆς στάσεως ἀλλήλοις διαγωνιζομένους, οὕτω καὶ ὑμεῖς ὅλην τὴν ἡμέραν ὑπὲρ τῆς πόλεως περὶ τῆς στάσεως [Note] αὐτῷ τοῦ λόγου μάχεσθε, καὶ μὴ ἐᾶτε αὐτὸν ἔξω τοῦ παρανόμου περιίστασθαι, ἀλλ’ ἐγκαθήμενοι καὶ ἐνεδρεύοντες ἐν τῇ ἀκροάσει, εἰσελαύνετε αὐτὸν εἰς τοὺς τοῦ παρανόμου λόγους, καὶ τὰς ἐκτροπὰς αὐτοῦ τῶν λόγων ἐπιτηρεῖτε.

3.207

ἀλλ’ δὴ συμβήσεται ὑμῖν, ἐὰν τοῦτον τὸν τρόπον τὴν ἀκρόασιν ποιήσησθε, ταῦθ’ ὑμῖν ἤδη δίκαιός εἰμι προειπεῖν. ἐπεισάξει γὰρ τὸν γόητα καὶ βαλλαντιοτόμον καὶ διατετμηκότα τὴν πολιτείαν. οὗτος κλάει μὲν ῥᾷον οἱ ἄλλοι γελῶσιν, ἐπιορκεῖ δὲ πάντων προχειρότατα· οὐκ ἂν θαυμάσαιμι δέ, εἰ μεταβαλόμενος [Note] τοῖς ἔξωθεν [Note] περιεστηκόσι λοιδορήσεται, φάσκων τοὺς μὲν ὀλιγαρχικοὺς ὑπ’ αὐτῆς τῆς ἀληθείας διηριθμημένους ἥκειν πρὸς τὸ τοῦ κατηγόρου βῆμα, τοὺς δὲ δημοτικοὺς πρὸς τὸ τοῦ φεύγοντος.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.203 Aeschin. 3.206 (English) >>Aeschin. 3.209

Powered by PhiloLogic