Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.200 Aeschin. 3.202 (English) >>Aeschin. 3.205

3.201

τίς οὖν ἐστιν ἀποτροπὴ τῶν τοιούτων λόγων, ἐγὼ προερῶ. ἐπειδὰν προελθὼν ἐνταυθοῖ Κτησιφῶν διεξέλθῃ πρὸς ὑμὰς τοῦτο δὴ τὸ συντεταγμένον αὐτῷ προοίμιον, ἔπειτ’ ἐνδιατρίβῃ καὶ μὴ ἀπολογῆται, ὑπομνήσατ’ αὐτὸν ἀθορύβῷ, τὸ σανίδιον λαβεῖν καὶ τοὺς νόμους τῷ ψηφίσματι παραναγνῶναι. ἐὰν δὲ μὴ προσποιῆται ὑμῶν ἀκούειν, μηδὲ ὑμεῖς ἐκείνου ἐθέλετε ἀκούειν· οὐ γὰρ τῶν φευγόντων τὰς δικαίας ἀπολογίας εἰσεληλύθατε ἀκροασόμενοι, ἀλλὰ τῶν ἐθελόντων δικαίως ἀπολογεῖσθαι.

3.202

ἐὰν δ’ ὑπερπηδήσας τὴν δικαίαν ἀπολογίαν παρακαλῇ Δημοσθένην, μάλιστα μὲν μὴ προσδέχεσθε σοφιστὴν οἰόμενον ῥήμασι τοὺς νόμους ἀναιρήσειν, μηδ’ ἐν ἀρετῇ τοῦθ’ ὑμῶν μηδεὶς καταλογιζέσθω, ὃς ἂν ἐπανερομένου Κτησιφῶντος, εἰ καλέσῃ [Note] Δημοσθένην, πρῶτος ἀναβοήσῃκάλει, κάλει.” ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς. ἂν δ’ ἄρα ὑμῖν δόξῃ ἀκούειν, ἀξιώσατε τὸν Δημοσθένην τὸν αὐτὸν τρόπον ἀπολογεῖσθαι ὅνπερ κἀγὼ κατηγόρηκα. ἐγὼ δὲ πῶς κατηγόρηκα; ἵνα καὶ ὑπομνήσω ὑμᾶς.

3.203

οὔτε τὸν ἴδιον βίον τὸν Δημοσθένους πρότερον διεξῆλθον, οὔτε τῶν δημοσίων ἀδικημάτων οὐδενὸς πρότερον ἐμνήσθην, ἄφθονα δήπου καὶ πολλὰ ἔχων, πάντων γ’ ἂν εἴην ἀπορώτατος· ἀλλὰ πρῶτον μὲν τοὺς νόμους ἐπέδειξα ἀπαγορεύοντας μὴ στεφανοῦν τοὺς ὑπευθύνους, ἔπειτα τὸν ῥήτορα ἐξήλεγξα γράψαντα Δημοσθένην ὑπεύθυνον ὄντα στεφανοῦν οὐδὲν προβαλόμενον, [Note] οὐδὲ προσγράψανταἐπειδὰν δῷ τὰς εὐθύνας,” ἀλλὰ παντελῶς καὶ ὑμῶν καὶ τῶν νόμων καταπεφρονηκότα· καὶ τὰς ἐσομένας πρὸς ταῦτα προφάσεις εἶπον, ἃς ἀξιῶ καὶ ὑμᾶς διαμνημονεύειν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.200 Aeschin. 3.202 (English) >>Aeschin. 3.205

Powered by PhiloLogic