Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.17 Aeschin. 3.20 (English) >>Aeschin. 3.23

3.19

πάλιν τοὺς τριηράρχους ὑπευθύνους εἶναι κελεύει νόμος, οὐ τὰ κοινὰ διαχειρίσαντας, οὐδ’ ἀπὸ τῶν ὑμετέρων [Note] πολλὰ μὲν ὑφαιρουμένους, βραχέα δὲ κατατιθέντας, οὐδ’ ἐπιδιδόναι μὲν [Note] φάσκοντας, ἀποδιδόντας δὲ ὑμῖν τὰ ὑμέτερα, ἀλλ’ ὁμολογουμένως τὰς πατρῴας οὐσίας εἰς τὴν πρὸς ὑμᾶς ἀνηλωκότας φιλοτιμίαν.

οὐ τοίνυν μόνοι οἱ τριήραρχοι, ἀλλὰ καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει συνεδρίων ὑπὸ τὴν τῶν δικαστηρίων ἔρχεται ψῆφον.

3.20

πρῶτον μὲν γὰρ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ ἐγγράφειν πρὸς τοὺς λογιστὰς νόμος κελεύει λόγον καὶ εὐθύνας διδόναι, καὶ τὴν ἐκεῖ σκυθρωπὸν καὶ τῶν μεγίστων κυρίαν [Note] ἄγει [Note] ὑπὸ τὴν ὑμετέραν ψῆφον. οὐκ ἄρα στεφανωθήσεται βουλὴ ἐξ Ἀρείου πάγου; οὐδὲ γὰρ πάτριον αὐτοῖς. [Note] οὐκ ἄρα φιλοτιμοῦνται; πάνυ γε, ἀλλ’ οὐκ ἀγαπῶσιν, ἐάν τις παρ’ αὐτοῖς μὴ ἀδικῇ, ἀλλ’ ἐάν τις ἐξαμαρτάνῃ, κολάζουσιν· οἱ δὲ ὑμέτεροι ῥήτορες τρυφῶσι. πάλιν τὴν βουλὴν τοὺς πεντακοσίους ὑπεύθυνον πεποίηκεν νομοθέτης.

3.21

καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστ’ εὐθὺς ἀρχόμενος τῶν νόμων, [Note]ἀρχὴν ὑπεύθυνον,” φησί, “μὴ ἀποδημεῖν·” “ Ἡράκλεις,” ὑπολάβοι ἄν τις, “ὅτι ἦρξα, μὴ ἀποδημήσω;” ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως πράξεις δρασμῷ χρήσῃ. πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδ’ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδ’ ἄλλα πολλά· ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας νομοθέτης τὰς τῶν ὑπευθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.17 Aeschin. 3.20 (English) >>Aeschin. 3.23

Powered by PhiloLogic