Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.195 Aeschin. 3.199 (English) >>Aeschin. 3.201

3.197

τίς οὖν ἀποδέδεικται λόγος ἀνδρὶ δικαίῳ συνηγόρῳ, ἐγὼ λέξω. εἰς τρία μέρη διαιρεῖται ἡμέρα, ὅταν εἰσίῃ γραφὴ παρανόμων εἰς τὸ δικαστήριον. ἐγχεῖται γὰρ τὸ μὲν πρῶτον ὕδωρ τῷ κατηγόρῳ καὶ τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, τὸ δὲ δεύτερον [Note] τῷ τὴν γραφὴν φεύγοντι καὶ τοῖς εἰς αὐτὸ τὸ πρᾶγμα λέγουσιν· ἐπειδὰν δὲ τῇ πρώτῃ ψήφῳ λυθῇ τὸ παράνομον, ἤδη τὸ τρίτον ὕδωρ ἐγχεῖται τῇ τιμήσει καὶ τῷ μεγέθει τῆς ὀργῆς τῆς ὑμετέρας.

3.198

ὅστις μὲν οὖν ἐν τῇ τιμήσει τὴν ψῆφον αἰτεῖ, τὴν ὀργὴν τὴν ὑμετέραν παραιτεῖται· ὅστις δ’ ἐν τῷ πρώτῳ λόγῳ τὴν ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ, ὧν οὔτε αἰτῆσαι οὐδὲν ὅσιον οὐδενί, οὔτ’ αἰτηθέντα ἑτέρῳ δοῦναι. κελεύσατε οὖν αὐτούς, ἐάσαντας τὴν πρώτην ὑμᾶς ψῆφον κατὰ τοὺς νόμους διενεγκεῖν, ἀπαντᾶν εἰς τὴν τίμησιν.

3.199

ὅλως δ’ ἔγωγε, ἄνδρες Ἀθηναῖοι, ὀλίγου δέω εἰπεῖν ὡς καὶ νόμον δεῖ τεθῆναι ἐπὶ ταῖς γραφαῖς μόναις ταῖς τῶν [Note] παρανόμων, μὴ ἐξεῖναι μήτε τῷ κατηγόρῳ συνηγόρους παρασχέσθαι, μήτε τῷ τὴν γραφὴν [Note] φεύγοντι. οὐ γὰρ ἀόριστόν ἐστι τὸ δίκαιον, ἀλλ’ ὡρισμένον τοῖς νόμοις τοῖς ὑμετέροις. ὥσπερ γὰρ ἐν τῇ τεκτονικῇ, ὅταν εἰδέναι βουλώμεθα τὸ ὀρθὸν καὶ τὸ μή, τὸν κανόνα προσφέρομεν,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.195 Aeschin. 3.199 (English) >>Aeschin. 3.201

Powered by PhiloLogic