Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.190 Aeschin. 3.192 (English) >>Aeschin. 3.195

3.191

ὅτι τοὺς παρὰ τοὺς νόμους ἄρξαντας κατέλυσαν, διὰ τοῦτ’ αὐτούς φησιν ποιητὴς τιμηθῆναι. ἔναυλον γὰρ ἦν ἔτι τότε πᾶσιν, ὅτι τηνικαῦτα δῆμος κατελύθη, ἐπειδή τινες τὰς γραφὰς τῶν παρανόμων ἀνεῖλον. καὶ γὰρ τοι, ὡς ἐγὼ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ ἐπυνθανόμην, ὃς ἔτη βιοὺς ἐνενήκοντα καὶ πέντε ἐτελεύτησεν, ἁπάντων μετασχὼν τῶν πόνων τῇ πόλει, οὓς [Note] πολλάκις πρὸς ἐμὲ διεξῄει ἐπὶ σχολῆς· ἔφη γὰρ, ὅτε ἀρτίως κατεληλύθει δῆμος, εἴ τις εἰσίοι γραφὴ παρανόμων εἰς δικαστήριον, εἶναι ὅμοιον τὸ ὄνομα καὶ τὸ ἔργον. τί γάρ ἐστιν ἀνοσιώτερον ἀνδρὸς παράνομα λέγοντος καὶ πράττοντος;

3.192

καὶ τὴν ἀκρόασιν, ὡς ἐκεῖνος ἀπήγγελλεν, οὐ τὸν αὐτὸν τρόπον ἐποιοῦντο ὥσπερ νῦν γίγνεται, ἀλλ’ ἦσαν πολὺ χαλεπώτεροι οἱ δικασταὶ τοῖς τὰ παράνομα γράφουσιν αὐτοῦ τοῦ κατηγόρου, καὶ πολλάκις ἀνεπόδιζον τὸν γραμματέα καὶ ἐκέλευον πάλιν ἀναγιγνώσκειν τοὺς νόμους καὶ τὸ ψήφισμα, καὶ ἡλίσκοντο οἱ τὰ παράνομα γράφοντες, οὐκ εἰ πάντας παραπηδήσειαν τοὺς νόμους, ἀλλ’ εἰ μίαν μόνον συλλαβὴν παραλλάξειαν. τὸ δὲ νυνὶ γιγνόμενον πρᾶγμα ὑπερκαταγέλαστόν ἐστιν· μὲν γὰρ γραμματεὺς ἀναγιγνώσκει τὸ παράνομον, οἱ δὲ δικασταὶ ὥσπερ ἐπῳδὴν ἀλλότριόν τι πρᾶγμ’ ἀκροώμενοι, πρὸς ἑτέρῳ τινὶ τὴν γνώμην ἔχουσιν.

3.193

ἤδη δ’ ἐκ τῶν τεχνῶν τῶν Δημοσθένους αἰσχρὸν ἔθος ἐν τοῖς δικαστηρίοις παραδέδεχθε. [Note] μετενήνεκται γὰρ ὑμῖν [Note] τὰ τῆς πόλεως δίκαια· μὲν γὰρ κατήγορος ἀπολογεῖται, δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δικασταὶ ἐνίοτε ὧν μέν εἰσι κριταὶ ἐπιλανθάνονται, ὧν δ’ οὐκ εἰσί, [Note] περὶ τούτων ἀναγκάζονται τὴν ψῆφον φέρειν. λέγει δὲ φεύγων, ἂν ἄρα ποθ’ ἅψηται τοῦ πράγματος, οὐκ ὡς ἔννομα γέγραφεν, ἀλλ’ ὡς ἤδη ποτὲ καὶ πρότερον ἕτερος τοιαῦτα γράψας ἀπέφυγεν. ἐφ’ καὶ νυνὶ μέγα φρονεῖν ἀκούω Κτησιφῶντα.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.190 Aeschin. 3.192 (English) >>Aeschin. 3.195

Powered by PhiloLogic