Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.184 Aeschin. 3.187 (English) >>Aeschin. 3.189

3.186

προέλθετε δὴ τῇ διανοίᾳ καὶ εἰς τὴν στοὰν τὴν ποικίλην· ἁπάντων γὰρ ἡμῖν τῶν καλῶν ἔργων τὰ ὑπομνήματα ἐν τῇ ἀγορᾷ ἀνάκειται. τί οὖν ἐστιν, ἄνδρες Ἀθηναῖοι, ἐγὼ λέγω; ἐνταῦθα ἐν Μαραθῶνι μάχη γέγραπται. τίς οὖν ἦν στρατηγός; οὑτωσὶ μὲν ἐρωτηθέντες ἅπαντες ἀποκρίναισθε ἄν, ὅτι Μιλτιάδης· ἐκεῖ δὲ οὐκ ἐπιγέγραπται. πῶς; οὐκ ᾔτησε ταύτην τὴν δωρεάν; ᾔτησεν, ἀλλ’ δῆμος οὐκ ἔδωκεν, ἀλλ’ ἀντὶ τοῦ ὀνόματος συνεχώρησεν αὐτῷ γραφῆναι πρώτῳ παρακαλοῦντι τοὺς στρατιώτας.

3.187

ἐν τοίνυν τῷ Μητρώῳ [Note] ἣν ἔδοτε δωρεὰν τοῖς ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγοῦσιν, ἔστιν ἰδεῖν. ἦν μὲν γὰρ τὸ ψήφισμα νικήσας Ἀρχῖνος ἐκ Κοίλης, εἷς τῶν καταγαγόντων τὸν δῆμον, ἔγραψε δὲ πρῶτον μὲν αὐτοῖς εἰς θυσίαν καὶ ἀναθήματα δοῦναι χιλίας δραχμάς, καὶ τοῦτ’ ἔστιν ἔλαττον δέκα δραχμαὶ κατ’ ἄνδρα, ἔπειτα [Note] στεφανῶσαι φαλλοῦ στεφάνῳ αὐτῶν ἕκαστον, ἀλλ’ οὐ χρυσῷ· τότε μὲν γὰρ ἦν τοῦ θαλλοῦ στέφανος τίμιος, νυνὶ δὲ καὶ χρυσοῦς καταπεφρόνηται. καὶ οὐδὲ τοῦτο εἰκῇ πρᾶξαι κελεύει, ἀλλ’ ἀκριβῶς τὴν βουλὴν σκεψαμένην, ὅσοι αὐτῶν ἐπὶ Φυλῇ ἐπολιορκήθησαν ὅτε Λακεδαιμόνιοι καὶ οἱ τριάκοντα προσέβαλλον, [Note] οὐχ ὅσοι τὴν τάξιν ἔλιπον ἐν Χαιρωνείᾳ τῶν πολεμίων ἐπιόντων. ὅτι δ’ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὸ ψήφισμα.Ψήφισμα περὶ Δωρεὰς τοῖς ἀπὸ Φυλῆς



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.184 Aeschin. 3.187 (English) >>Aeschin. 3.189

Powered by PhiloLogic