Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.180 Aeschin. 3.183 (English) >>Aeschin. 3.186

3.182

ἀλλ’ ἔγωγε μὰ τοὺς θεοὺς τοὺς Ὀλυμπίους οὐδ’ ἐν ταῖς αὐταῖς ἡμέραις ἄξιον ἡγοῦμαι μεμνῆσθαι τοῦ θηρίου τούτου κἀκείνων τῶν ἀνδρῶν. ἐπιδειξάτω τοίνυν Δημοσθένης [Note] εἴ που γέγραπταί τινα τούτων τῶν ἀνδρῶν στεφανῶσαι. ἀχάριστος ἄρ’ ἦν δῆμος; οὔκ, ἀλλὰ μεγαλόφρων, κἀκεῖνοί γε [Note] τῆς πόλεως ἄξιοι· οὐ γὰρ ᾤοντο δεῖν ἐν τοῖς γράμμασι τιμᾶσθαι, ἀλλ’ ἐν τῇ μνήμῃ τῶν εὖ πεπονθότων, ἀπ’ ἐκείνου τοῦ χρόνου μέχρι τῆσδε τῆς ἡμέρας ἀθάνατος οὖσα διαμένει. δωρεὰς δὲ τίνας ἐλάμβανον, ἄξιόν ἐστι μνησθῆναι.

3.183

ἦσάν τινες, ἄνδρες Ἀθηναῖοι, κατὰ τοὺς τότε καιρούς, οἳ πολὺν πόνον ὑπομείναντες καὶ μεγάλους κινδύνους ἐπὶ τῷ Στρυμόνι ποταμῷ ἐνίκων μαχόμενοι Μήδους· οὗτοι δεῦρο ἀφικόμενοι τὸν δῆμον ᾔτησαν δωρεάν, καὶ ἔδωκεν αὐτοῖς δῆμος τιμὰς μεγάλας, ὡς τότ’ ἐδόκει, τρεῖς λιθίνους Ἑρμᾶς στῆσαι ἐν τῇ στοᾷ τῇ τῶν Ἑρμῶν, ἐφ’ ᾧτε μὴ ἐπιγράφειν τὸ ὄνομα τὸ ἑαυτῶν, ἵνα μὴ τῶν στρατηγῶν, ἀλλὰ τοῦ δήμου δοκῇ εἶναι τὸ ἐπίγραμμα.

3.184

ὅτι δ’ ἀληθῆ λέγω, ἐξ αὐτῶν τῶν ποιημάτων γνώσεσθε. ἐπιγέγραπται γὰρ ἐπὶ τῷ μὲν πρώτῳ τῶν Ἑρμῶν· ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων
παισὶν ἐπ’ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς,
λιμόν τ’ αἴθωνα κρατερόν τ’ ἐπάγοντες Ἄρηα
πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην.
Unknown
ἐπὶ δὲ τῷ δευτέρῳ· ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδ’ ἔδωκαν
ἀντ’ εὐεργεσίης καὶ μεγάλης ἀρετῆς.
μᾶλλόν τις τάδ’ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει
ἀμφὶ ξυνοῖσι πράγμασι μόχθον ἔχειν.
Unknown



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.180 Aeschin. 3.183 (English) >>Aeschin. 3.186

Powered by PhiloLogic