Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.177 Aeschin. 3.180 (English) >>Aeschin. 3.183

3.179

οὐκ οὖν ἄτοπον οὑτωσὶ διαλογιζομένοις, τὰς μὲν δωρεὰς νυνὶ πλείους εἶναι, τὰ δὲ πράγματα τὰ τῆς πόλεως τότε μᾶλλον ἰσχύειν, καὶ τοὺς ἄνδρας νῦν μὲν χείρους εἶναι, τότε δ’ ἀμείνους; ἐγὼ δὲ τοῦθ’ ὑμᾶς ἐπιχειρήσω διδάσκειν. οἴεσθ’ ἄν ποτε, ἄνδρες Ἀθηναῖοι, ἐθελῆσαί τινα ἐπασκεῖν εἰς τὰ Ὀλύμπια, ἄλλον τινὰ τῶν στεφανιτῶν ἀγώνων, παγκράτιον καὶ ἄλλο τι τῶν βαρυτέρων ἄθλων, εἰ στέφανος ἐδίδοτο μὴ τῷ κρατίστῳ, ἀλλὰ τῷ διαπραξαμένῳ; οὐδεὶς ἄν ποτ’ ἠθέλησεν. [Note]

3.180

νῦν δ’ οἶμαι διὰ τὸ σπάνιον καὶ τὸ περιμάχητον καὶ τὸ καλὸν καὶ τὸ ἀείμνηστον ἐκ τῆς νίκης ἐθέλουσίν τινες τὰ σώματα παραθέμενοι [Note] καὶ τὰς μεγίστας ταλαιπωρίας ὑπομείναντες διακινδυνεύειν. ὑπολάβετε τοίνυν ὑμᾶς αὐτοὺς εἶναι ἀγωνοθέτας πολιτικῆς ἀρετῆς, κἀκεῖνο ἐκλογίσασθε, ὅτι, ἐὰν μὲν τὰς δωρεὰς ὀλίγοις καὶ ἀξίοις καὶ κατὰ τοὺς νόμους διδῶτε, πολλοὺς ἀγωνιστὰς ἕξετε τῆς ἀρετῆς, ἂν δὲ τῷ βουλομένῳ καὶ τοῖς διαπραξαμένοις χαρίζησθε, καὶ τὰς ἐπιεικεῖς φύσεις διαφθερεῖτε.

3.181

ὅτι δὲ ὀρθῶς λέγω, ἔτι μικρῷ σαφέστερον ὑμᾶς βούλομαι διδάξαι. πότερον ὑμῖν ἀμείνων ἀνὴρ εἶναι δοκεῖ Θεμιστοκλῆς, στρατηγήσας ὅτ’ ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τὸν Πέρσην ἐνικᾶτε, Δημοσθένης, νυνὶ τὴν τάξιν λιπών; Μιλτιάδης δέ, τὴν ἐν Μαραθῶνι μάχην νικήσας, [Note] οὗτος; ἔτι δ’ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες; Ἀριστείδης δ’ δίκαιος, τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Δημοσθένει;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.177 Aeschin. 3.180 (English) >>Aeschin. 3.183

Powered by PhiloLogic