Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.15 Aeschin. 3.18 (English) >>Aeschin. 3.21

3.17

πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον, ὅν φησι Δημοσθένης, βραχέα βούλομαι προειπεῖν. λέξει γὰρ οὗτος· “τειχοποιός εἰμι· ὁμολογῶ· ἀλλ’ ἐπιδέδωκα τῇ πόλει μνᾶς ἑκατόν, καὶ τὸ ἔργον μεῖζον ἐξείργασμαι· τίνος οὖν εἰμι ὑπεύθυνος; εἰ μή τις ἐστὶν εὐνοίας εὔθυνα.” πρὸς δὴ ταύτην τὴν πρόφασιν ἀκούσατέ μου λέγοντος καὶ δίκαια καὶ ὑμῖν συμφέροντα.

ἐν γὰρ ταύτῃ πόλει, οὕτως ἀρχαίᾳ οὔσῃ καὶ τηλικαύτῃ τὸ μέγεθος, οὐδείς ἐστιν ἀνυπεύθυνος τῶν καὶ ὁπωσοῦν πρὸς τὰ κοινὰ προσεληλυθότων.

3.18

διδάξω δ’ ὑμᾶς πρῶτον ἐπὶ τῶν παραδόξων. οἷον τοὺς ἱερέας καὶ τὰς ἱερείας ὑπευθύνους εἶναι κελεύει νόμος, καὶ συλλήβδην ἅπαντας καὶ χωρὶς ἑκάστους κατὰ σῶμα, τοὺς τὰ γέρα μόνον λαμβάνοντας καὶ τὰς εὐχὰς ὑπὲρ ὑμῶν πρὸς τοὺς θεοὺς εὐχομένους, καὶ οὐ μόνον ἰδίᾳ, ἀλλὰ καὶ κοινῇ τὰ γένη, Εὐμολπίδας καὶ Κήρυκας καὶ τοὺς ἄλλους ἅπαντας.

3.19

πάλιν τοὺς τριηράρχους ὑπευθύνους εἶναι κελεύει νόμος, οὐ τὰ κοινὰ διαχειρίσαντας, οὐδ’ ἀπὸ τῶν ὑμετέρων [Note] πολλὰ μὲν ὑφαιρουμένους, βραχέα δὲ κατατιθέντας, οὐδ’ ἐπιδιδόναι μὲν [Note] φάσκοντας, ἀποδιδόντας δὲ ὑμῖν τὰ ὑμέτερα, ἀλλ’ ὁμολογουμένως τὰς πατρῴας οὐσίας εἰς τὴν πρὸς ὑμᾶς ἀνηλωκότας φιλοτιμίαν.

οὐ τοίνυν μόνοι οἱ τριήραρχοι, ἀλλὰ καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει συνεδρίων ὑπὸ τὴν τῶν δικαστηρίων ἔρχεται ψῆφον.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.15 Aeschin. 3.18 (English) >>Aeschin. 3.21

Powered by PhiloLogic