Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.169 Aeschin. 3.172 (English) >>Aeschin. 3.175

3.171

τούτῳ πατὴρ μὲν ἦν Δημοσθένης Παιανιεύς, ἀνὴρ ἐλεύθερος· οὐ γὰρ δεῖ ψεύδεσθαι. τὰ δ’ ἀπὸ τῆς μητρὸς καὶ τοῦ πάππου τοῦ πρὸς μητρὸς πῶς ἔχει αὐτῷ, ἐγὼ φράσω. Γύλων ἦν ἐκ Κεραμέων. οὗτος προδοὺς τοῖς πολεμίοις Νύμφαιον τὸ ἐν τῷ Πόντῳ, τότε τῆς πόλεως ἐχούσης τὸ χωρίον τοῦτο, φυγὰς ἀπ’ εἰσαγγελίας ἐκ τῆς πόλεως ἐγένετο, [Note] τὴν κρίσιν οὐχ ὑπομείνας, καὶ ἀφικνεῖται εἰς Βόσπορον, κἀκεῖ λαμβάνει δωρεὰν παρὰ τῶν τυράννων τοὺς ὠνομασμένους Κήπους,

3.172

καὶ γαμεῖ γυναῖκα πλουσίαν μὲν νὴ Δία καὶ χρυσίον ἐπιφερομένην πολύ, Σκύθιν δὲ τὸ γένος, ἐξ ἧς αὐτῷ γίγνονται θυγατέρες δύο, ἃς ἐκεῖνος δεῦρο μετὰ πολλῶν χρημάτων ἀποστείλας, συνῴκισε τὴν μὲν ἑτέραν ὁτῳδήποτε, ἵνα μὴ πολλοῖς ἀπεχθάνωμαι· τὴν δ’ ἑτέραν ἔγημε παριδὼν τοὺς τῆς πόλεως νόμους Δημοσθένης Παιανιεύς, ἐξ ἧς ὑμῖν περίεργος καὶ συκοφάντης γεγένηται. [Note] οὐκοῦν ἀπὸ μὲν τοῦ πάππου πολέμιος ἂν εἴη τῷ δήμῳ, θάνατον γὰρ αὐτοῦ τῶν προγόνων κατέγνωτε, τὰ δ’ ἀπὸ τῆς μητρὸς Σκύθης, βάρβαρος ἑλληνίζων τῇ φωνῇ· ὅθεν καὶ τὴν πονηρίαν οὐκ ἐπιχώριός ἐστι.

3.173

περὶ δὲ τὴν καθ’ ἡμέρων δίαιταν τίς ἐστιν; ἐκ τριηράρχου λογογράφος ἀνεφάνη, καταγελάστως τὰ πατρῷα προέμενος· ἄπιστος δὲ καὶ περὶ ταῦτα δόξας εἶναι καὶ τοὺς λόγους ἐκφέρων τοῖς ἀντιδίκοις, ἀνεπήδησεν ἐπὶ τὸ βῆμα· πλεῖστον δ’ ἐκ τῆς πολιτείας εἰληφὼς ἀργύριον, ἐλάχιστα περιεποιήσατο. νῦν μέντοι τὸ βασιλικὸν χρυσίον ἐπικέκλυκε τὴν δαπάνην αὐτοῦ, ἔσται δ’ οὐδὲ τοῦθ’ ἱκανόν· οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο. καὶ τὸ κεφάλαιον, τὸν βίον οὐκ ἐκ τῶν ἰδίων προσόδων πορίζεται, ἀλλ’ ἐκ τῶν ὑμετέρων κινδύνων.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.169 Aeschin. 3.172 (English) >>Aeschin. 3.175

Powered by PhiloLogic