Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.156 Aeschin. 3.159 (English) >>Aeschin. 3.162

3.158

οὔτε πόλις γὰρ οὔτ’ ἀνὴρ ἰδιώτης οὐδεὶς πώποτε καλῶς ἀπήλλαξε Δημοσθένει συμβούλῳ χρησάμενος. ὑμεῖς δέ, ἄνδρες Ἀθηναῖοι, οὐκ αἰσχύνεσθε, εἰ ἐπὶ μὲν τοὺς πορθμέας τοὺς εἰς Σαλαμῖνα πορθμεύοντας νόμον ἔθεσθε, ἐάν τις αὐτῶν ἄκων ἐν τῷ πόρῳ πλοῖον ἀνατρέψῃ, τούτῳ μὴ ἐξεῖναι πάλιν πορθμεῖ γενέσθαι, ἵνα μηδεὶς αὐτοσχεδιάζῃ εἰς τὰ τῶν Ἑλλήνων σώματα, τὸν δὲ τὴν Ἑλλάδα καὶ τὴν πόλιν ἄρδην ἀνατετροφότα, τοῦτον ἐάσετε πάλιν ἀπευθύνειν τὰ κοινά;

3.159

ἵνα δ’ εἴπω καὶ περὶ τοῦ τετάρτου καιροῦ καὶ τῶν νυνὶ καθεστηκότων πραγμάτων, ἐκεῖνο ὑμᾶς ὑπομνῆσαι βούλομαι, ὅτι Δημοσθένης οὐ τὴν ἀπὸ στρατοπέδου μόνον τάξιν ἔλιπεν, ἀλλὰ καὶ τὴν ἐκ τῆς πόλεως, τριήρη προσλαβὼν ὑμῶν, καὶ τοὺς Ἕλληνας ἀργυρολογήσας, καταγαγούσης δ’ αὐτὸν εἰς τὴν πόλιν τῆς ἀπροσδοκήτου σωτηρίας, τοὺς μὲν πρώτους χρόνους ὑπότρομος ἦν ἅνθρωπος, [Note] καὶ παριὼν ἡμιθνὴς ἐπὶ τὸ βῆμα, εἰρηνοφύλακα ὑμᾶς αὑτὸν ἐκέλευε χειροτονεῖν· ὑμεῖς δὲ [Note] οὐδ’ ἐπὶ τὰ ψηφίσματα εἰᾶτε τὸ Δημοσθένους ἐπιγράφειν ὄνομα, ἀλλὰ Ναυσικλεῖ τοῦτο προσετάττετε· νυνὶ δ’ ἤδη καὶ στεφανοῦσθαι ἀξιοῖ.

3.160

ἐπειδὴ δ’ ἐτελεύτησε μὲν Φίλιππος, Ἀλέξανδρος δ’ εἰς τὴν ἀρχὴν κατέστη, πάλιν αὖ τερατευόμενος ἱερὰ μὲν ἱδρύσατο Παυσανίου, εἰς αἰτίαν δὲ εὐαγγελίων θυσίας τὴν βουλὴν κατέστησεν, ἐπωνυμίαν δ’ Ἀλεξάνδρῳ Μαργίτην ἐτίθετο, ἀπετόλμα δὲ λέγειν ὡς οὐ κινηθήσεται ἐκ Μακεδονίας· ἀγαπᾶν γὰρ αὐτὸν [Note] ἐν Πέλλῃ περιπατοῦντα καὶ τὰ σπλάγχνα φυλάττοντα. καὶ ταυτὶ λέγειν ἔφη οὐκ εἰκάζων, ἀλλ’ ἀκριβῶς εἰδώς, ὅτι αἵματός ἐστιν ἀρετὴ ὠνία, αὐτὸς οὐκ ἔχων αἷμα, καὶ θεωρῶν τὸν Ἀλέξανδρον οὐκ ἐκ τῆς Ἀλεξάνδρου φύσεως, ἀλλ’ ἐκ τῆς ἑαυτοῦ ἀνανδρίας.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.156 Aeschin. 3.159 (English) >>Aeschin. 3.162

Powered by PhiloLogic