Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.153 Aeschin. 3.156 (English) >>Aeschin. 3.159

3.155

ἀλλ’ οὐ νῦν, ἀλλὰ παραστησάμενος τὸν τῆς ὀρφανίας τοῖς παισὶν αἴτιον, τί ποτ’ ἀνερεῖ, τί φθέγξεται; καὶ γὰρ ἐὰν αὐτὰ διεξίῃ τὰ ἐκ τοῦ Ψηφίσματος προστάγματα, ἀλλ’ οὐ τό γ’ ἐκ τῆς ἀληθείας αἰσχρὸν σιωπήσεται, ἀλλὰ τἀναντία δόξει τῇ τοῦ κήρυκος φωνῇ φθέγγεσθαι, ὅτι τόνδε τὸν ἄνδρα, εἰ δὴ καὶ οὗτος ἀνήρ, στεφανοῖ δῆμος Ἀθηναίων ἀρετῆς ἕνεκατὸν κάκιστον, καὶ ἀνδραγαθίας ἕνεκατὸν ἄνανδρον καὶ λελοιπότα τὴν τάξιν.

3.156

μὴ πρὸς Διὸς καὶ θεῶν, ἱκετεύω ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, μὴ τρόπαιον ἵστατε ἀφ’ ὑμῶν αὐτῶν ἐν τῇ τοῦ Διονύσου ὀρχήστρᾳ, μηδ’ αἱρεῖτε παρανοίας ἐναντίον τῶν Ἑλλήνων τὸν δῆμον τὸν Ἀθηναίων, μηδ’ ὑπομιμνῄσκετε τῶν ἀνιάτων καὶ ἀνηκέστων κακῶν τοὺς ταλαιπώρους Θηβαίους, οὓς φεύγοντας [Note] διὰ τοῦτον ὑποδέδεχθε τῇ πόλει, ὧν ἱερὰ καὶ τέκνα καὶ τάφους ἀπώλεσεν Δημοσθένους δωροδοκία καὶ τὸ βασιλικὸν χρυσίον· ἀλλ’ ἐπειδὴ τοῖς σώμασιν οὐ παρεγένεσθε,

3.157

ἀλλὰ ταῖς γε διανοίαις ἀποβλέΨατ’ αὐτῶν εἰς τὰς συμφοράς, καὶ νομίσαθ’ ὁρᾶν ἁλισκομένην τὴν πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσεις οἰκιῶν, ἀγομένας γυναῖκας καὶ παῖδας εἰς δουλείαν, πρεσβύτας ἀνθρώπους, πρεσβύτιδας γυναῖκας ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν, κλαίοντας, ἱκετεύοντας ὑμᾶς, ὀργιζομένους οὐ τοῖς τιμωρουμένοις, ἀλλὰ τοῖς τούτων αἰτίοις, ἐπισκήπτοντας μηδενὶ τρόπῳ τὸν τῆς Ἑλλάδος ἀλειτήριον στεφανοῦν, ἀλλὰ καὶ τὸν δαίμονα καὶ τὴν τύχην τὴν συμπαρακολουθοῦσαν τῷ ἀνθρώπῳ φυλάξασθαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.153 Aeschin. 3.156 (English) >>Aeschin. 3.159

Powered by PhiloLogic