Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.12 Aeschin. 3.15 (English) >>Aeschin. 3.18

3.14

ἐγὼ δὲ πρὸς τοὺς λόγους τοὺς τούτων νόμον ὑμέτερον παρέξομαι, ὃν ὑμεῖς ἐνομοθετήσατε λύσειν ἡγούμενοι τὰς τοιαύτας προφάσεις, ἐν διαρρήδην γέγραπται, “τὰς χειροτονητάς,” φησίν, “ἀρχάς,” ἁπάσας ἑνὶ περιλαβὼν ὀνόματι, [Note] καὶ προσειπὼν ἀρχὰς ἁπάσας εἶναι ἃς δῆμος χειροτονεῖ, “καὶ τοὺς ἐπιστάτας,” φησί, “τῶν δημοσίων ἔργων·” ἔστι δὲ Δημοσθένης τειχοποιός, ἐπιστάτης τοῦ μεγίστου τῶν ἔργων· “καὶ πάντας ὅσοι διαχειρίζουσί τι τῶν τῆς πόλεως πλέον τριάκονθ’ ἡμέρας, καὶ ὅσοι λαμβάνουσιν ἡγεμονίας δικαστηρίων·” οἱ δὲ τῶν ἔργων ἐπιστάται πάντες ἡγεμονίᾳ χρῶνται δικαστηρίου.

3.15

τί τούτους κελεύει ποιεῖν; οὐ διακονεῖν, ἀλλ’ἄρχειν δοκιμασθέντας ἐν τῷ δικαστηρίῳ,” ἐπειδὴ καὶ αἱ κληρωταὶ ἀρχαὶ οὐκ ἀδοκίμαστοι, ἀλλὰ δοκιμασθεῖσαι ἄρχουσι, “καὶ λόγον [Note] ἐγγράφειν πρὸς τὸν γραμματέα καὶ τοὺς λογιστάς,” καθάπερ καὶ τὰς ἄλλας ἀρχάς. [Note] ὅτι δὲ ἀληθῆ λέγω, τοὺς νόμους ὑμῖν αὐτοὺς ἀναγνώσεται.Νόμοι

3.16

ὅταν τοίνυν, ἄνδρες Ἀθηναῖοι, ἃς νομοθέτης ἀρχὰς ὀνομάζει, οὗτοι προσαγορεύωσι πραγματείας καὶ ἐπιμελείας, ὑμέτερον ἔργον ἐστὶν ἀπομνημονεύειν καὶ ἀντιτάττειν τὸν νόμον πρὸς τὴν τούτων ἀναίδειαν, καὶ ὑποβάλλειν αὐτοῖς, ὅτι οὐ προσδέχεσθε κακοῦργον σοφιστήν, οἰόμενον ῥήμασι τοὺς νόμους ἀναιρήσειν, ἀλλ’ ὅσῳ ἄν τις ἄμεινον λέγῃ παράνομα γεγραφώς, τοσούτῳ μείζονος ὀργῆς τεύξεται. χρὴ γάρ, ἄνδρες Ἀθηναῖοι, τὸ αὐτὸ φθέγγεσθαι τὸν ῥήτορα καὶ τὸν νόμον· ὅταν δὲ ἑτέραν μὲν φωνὴν ἀφιῇ νόμος, ἑτέραν δὲ ῥήτωρ, τῷ τοῦ νόμου δικαίῳ χρὴ διδόναι τὴν ψῆφον, οὐ τῇ τοῦ λέγοντος ἀναισχυντίᾳ.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.12 Aeschin. 3.15 (English) >>Aeschin. 3.18

Powered by PhiloLogic