Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.11 Aeschin. 3.14 (English) >>Aeschin. 3.17

3.13

λέξουσι δέ, ἄνδρες Ἀθηναῖοι, καὶ ἕτερόν τινα λόγον ὑπεναντίον τῷ ἀρτίως εἰρημένῳ, ὡς ἄρα, ὅσα τις αἱρετὸς ὢν πράττει κατὰ ψήφισμα, οὐκ ἔστι ταῦτα ἀρχή, ἀλλ’ ἐπιμέλειά τις καὶ διακονία· ἀρχὰς δὲ φήσουσιν ἐκείνας εἶναι ἃς οἱ θεσμοθέται ἀποκληροῦσιν ἐν τῷ Θησείῳ, κἀκείνας ἃς δῆμος χειροτονεῖ ἐν ἀρχαιρεσίαις, στρατηγοὺς καὶ ἱππάρχους καὶ τὰς μετὰ τούτων ἀρχάς, τὰ δ’ ἄλλα πάντα πραγματείας προστεταγμένας κατὰ ψήφισμα.

3.14

ἐγὼ δὲ πρὸς τοὺς λόγους τοὺς τούτων νόμον ὑμέτερον παρέξομαι, ὃν ὑμεῖς ἐνομοθετήσατε λύσειν ἡγούμενοι τὰς τοιαύτας προφάσεις, ἐν διαρρήδην γέγραπται, “τὰς χειροτονητάς,” φησίν, “ἀρχάς,” ἁπάσας ἑνὶ περιλαβὼν ὀνόματι, [Note] καὶ προσειπὼν ἀρχὰς ἁπάσας εἶναι ἃς δῆμος χειροτονεῖ, “καὶ τοὺς ἐπιστάτας,” φησί, “τῶν δημοσίων ἔργων·” ἔστι δὲ Δημοσθένης τειχοποιός, ἐπιστάτης τοῦ μεγίστου τῶν ἔργων· “καὶ πάντας ὅσοι διαχειρίζουσί τι τῶν τῆς πόλεως πλέον τριάκονθ’ ἡμέρας, καὶ ὅσοι λαμβάνουσιν ἡγεμονίας δικαστηρίων·” οἱ δὲ τῶν ἔργων ἐπιστάται πάντες ἡγεμονίᾳ χρῶνται δικαστηρίου.

3.15

τί τούτους κελεύει ποιεῖν; οὐ διακονεῖν, ἀλλ’ἄρχειν δοκιμασθέντας ἐν τῷ δικαστηρίῳ,” ἐπειδὴ καὶ αἱ κληρωταὶ ἀρχαὶ οὐκ ἀδοκίμαστοι, ἀλλὰ δοκιμασθεῖσαι ἄρχουσι, “καὶ λόγον [Note] ἐγγράφειν πρὸς τὸν γραμματέα καὶ τοὺς λογιστάς,” καθάπερ καὶ τὰς ἄλλας ἀρχάς. [Note] ὅτι δὲ ἀληθῆ λέγω, τοὺς νόμους ὑμῖν αὐτοὺς ἀναγνώσεται.Νόμοι



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.11 Aeschin. 3.14 (English) >>Aeschin. 3.17

Powered by PhiloLogic