Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.10 Aeschin. 3.13 (English) >>Aeschin. 3.16

3.12

καὶ μὲν πόλις τὸ ἴσον ἀδίκημα ἀδικεῖται· προκαταλαμβάνονται γὰρ ἐπαίνοις καὶ στεφάνοις αἱ εὔθυναι· δὲ τὸ ψήφισμα γράφων ἐνδείκνυται τοῖς ἀκούουσιν, ὅτι γέγραφε μὲν παράνομα, αἰσχύνεται δὲ ἐφ’ οἷς ἡμάρτηκε. Κτησιφῶν δέ, ἄνδρες Ἀθηναῖοι, ὑπερπηδήσας τὸν νόμον τὸν περὶ τῶν ὑπευθύνων κείμενον, καὶ τὴν πρόφασιν ἣν ἀρτίως προεῖπον ὑμῖν ἀνελών, πρὶν λόγον πρὶν εὐθύνας δοῦναι γέγραφε μεταξὺ Δημοσθένην ἄρχοντα στεφανοῦν.

3.13

λέξουσι δέ, ἄνδρες Ἀθηναῖοι, καὶ ἕτερόν τινα λόγον ὑπεναντίον τῷ ἀρτίως εἰρημένῳ, ὡς ἄρα, ὅσα τις αἱρετὸς ὢν πράττει κατὰ ψήφισμα, οὐκ ἔστι ταῦτα ἀρχή, ἀλλ’ ἐπιμέλειά τις καὶ διακονία· ἀρχὰς δὲ φήσουσιν ἐκείνας εἶναι ἃς οἱ θεσμοθέται ἀποκληροῦσιν ἐν τῷ Θησείῳ, κἀκείνας ἃς δῆμος χειροτονεῖ ἐν ἀρχαιρεσίαις, στρατηγοὺς καὶ ἱππάρχους καὶ τὰς μετὰ τούτων ἀρχάς, τὰ δ’ ἄλλα πάντα πραγματείας προστεταγμένας κατὰ ψήφισμα.

3.14

ἐγὼ δὲ πρὸς τοὺς λόγους τοὺς τούτων νόμον ὑμέτερον παρέξομαι, ὃν ὑμεῖς ἐνομοθετήσατε λύσειν ἡγούμενοι τὰς τοιαύτας προφάσεις, ἐν διαρρήδην γέγραπται, “τὰς χειροτονητάς,” φησίν, “ἀρχάς,” ἁπάσας ἑνὶ περιλαβὼν ὀνόματι, [Note] καὶ προσειπὼν ἀρχὰς ἁπάσας εἶναι ἃς δῆμος χειροτονεῖ, “καὶ τοὺς ἐπιστάτας,” φησί, “τῶν δημοσίων ἔργων·” ἔστι δὲ Δημοσθένης τειχοποιός, ἐπιστάτης τοῦ μεγίστου τῶν ἔργων· “καὶ πάντας ὅσοι διαχειρίζουσί τι τῶν τῆς πόλεως πλέον τριάκονθ’ ἡμέρας, καὶ ὅσοι λαμβάνουσιν ἡγεμονίας δικαστηρίων·” οἱ δὲ τῶν ἔργων ἐπιστάται πάντες ἡγεμονίᾳ χρῶνται δικαστηρίου.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.10 Aeschin. 3.13 (English) >>Aeschin. 3.16

Powered by PhiloLogic