Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.9 Aeschin. 3.11 (English) >>Aeschin. 3.14

3.10

πολλοὶ γὰρ πάνυ τῶν ὑπευθύνων, ἐπ’ αὐτοφώρῳ κλέπται τῶν δημοσίων χρημάτων ὄντες ἐξελεγχόμενοι, διεφύγγανον ἐκ τῶν δικαστηρίων, εἰκότως· ᾐσχύνοντο γὰρ οἶμαι οἱ δικασταί, εἰ φανήσεται αὐτὸς ἀνὴρ ἐν τῇ αὐτῇ πόλει, πρώην [Note] μέν ποτε ἀναγορευόμενος ἐν τοῖς ἀγῶσιν, ὅτι στεφανοῦται ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ὑπὸ τοῦ δήμου χρυσῷ στεφάνῳ, δὲ αὐτὸς ἀνὴρ μικρὸν ἐπισχὼν ἔξεισιν ἐκ τοῦ δικαστηρίου κλοπῆς ἕνεκα τὰς εὐθύνας ὠφληκώς· ὥστε ἠναγκάζοντο τὴν ψῆφον φέρειν οἱ δικασταί, οὐ περὶ τοῦ παρόντος ἀδικήματος,

3.11

ἀλλ’ ὑπὲρ τῆς αἰσχύνης τοῦ δήμου.

κατιδὼν δή [Note] τις ταῦτα νομοθέτης τίθησι νόμον καὶ μάλα καλῶς ἔχοντα, διαρρήδην [Note] ἀπαγορεύοντα τοὺς ὑπευθύνους μὴ στεφανοῦν. καὶ ταῦτα οὕτως εὖ προκατειληφότος τοῦ νομοθέτου, εὕρηνται κρείττονες λόγοι τῶν νόμων, οὓς εἰ μή τις ὑμῖν ἐρεῖ, λήσετε ἐξαπατηθέντες. τούτων γὰρ [Note] τῶν τοὺς ὑπευθύνους στεφανούντων παρὰ τοὺς νόμους οἱ μὲν φύσει μέτριοί εἰσιν, εἰ δή τις ἐστὶ μέτριος τῶν τὰ παράνομα γραφόντων, ἀλλ’ οὖν προβάλλονταί γέ τι πρὸ τῆς αἰσχύνης. προσγράφουσι [Note] γὰρ πρὸς τὰ ψηφίσματα στεφανοῦν τὸν ὑπεύθυνονἐπειδὰν λόγον καὶ εὐθύνας τῆς ἀρχῆς δῷ.”

3.12

καὶ μὲν πόλις τὸ ἴσον ἀδίκημα ἀδικεῖται· προκαταλαμβάνονται γὰρ ἐπαίνοις καὶ στεφάνοις αἱ εὔθυναι· δὲ τὸ ψήφισμα γράφων ἐνδείκνυται τοῖς ἀκούουσιν, ὅτι γέγραφε μὲν παράνομα, αἰσχύνεται δὲ ἐφ’ οἷς ἡμάρτηκε. Κτησιφῶν δέ, ἄνδρες Ἀθηναῖοι, ὑπερπηδήσας τὸν νόμον τὸν περὶ τῶν ὑπευθύνων κείμενον, καὶ τὴν πρόφασιν ἣν ἀρτίως προεῖπον ὑμῖν ἀνελών, πρὶν λόγον πρὶν εὐθύνας δοῦναι γέγραφε μεταξὺ Δημοσθένην ἄρχοντα στεφανοῦν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.9 Aeschin. 3.11 (English) >>Aeschin. 3.14

Powered by PhiloLogic