Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.101 Aeschin. 3.104 (English) >>Aeschin. 3.107

3.103

ὑπόλοιπον δ’ εἰπεῖν ἐστί μοι, ὅτι λαβὼν τρία τάλαντα μισθὸν τὴν γνώμην ταύτην ἔγραψε Δημοσθένης, τάλαντον μὲν ἐκ Χαλκίδος παρὰ Καλλίου, τάλαντον δ’ ἐξ Ἐρετρίας παρὰ Κλειτάρχου τοῦ τυράννου, τάλαντον δὲ ἐξ Ὠρεοῦ, δι’ καὶ καταφανὴς ἐγένετο, δημοκρατουμένων τῶν Ὠρειτῶν καὶ πάντα πραττόντων μετὰ ψηφίσματος. ἐξανηλωμένοι γὰρ ἐν τῷ πολέμῳ καὶ παντελῶς ἀπόρως διακείμενοι, πέμπουσι πρὸς αὐτὸν Γνωσίδημον τὸν Χαριγένους υἱὸν τοῦ δυναστεύσαντός ποτε ἐν Ὠρεῷ, δεησόμενον τὸ μὲν τάλαντον ἀφεῖναι τῇ πόλει, ἐπαγγελούμενον [Note] δ’ αὐτῷ χαλκῆν εἰκόνα σταθήσεσθαι ἐν Ὠρεῷ.

3.104

δὲ ἀπεκρίνατο τῷ Γνωσιδήμῳ, ὅτι ἐλάχιστα χαλκοῦ δέοιτο, [Note] τὸ δὲ τάλαντον διὰ τοῦ Καλλίου εἰσέπραττεν. ἀναγκαζόμενοι δὲ οἱ Ὠρεῖται καὶ οὐκ εὐποροῦντες, ὑπέθεσαν αὐτῷ τοῦ ταλάντου τὰς δημοσίας προσόδους, καὶ τόκον ἤνεγκαν Δημοσθένει τοῦ δωροδοκήματος δραχμὴν τοῦ μηνὸς τῆς μνᾶς, ἕως τὸ κεφάλαιον ἀπέδοσαν.

3.105

καὶ ταῦτ’ ἐπράχθη μετὰ ψηφίσματος τοῦ δήμου. ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τὸ ψήφισμα τῶν Ὠρειτῶν.Ψήφισμα

τοῦτ’ ἐστὶ τὸ ψήφισμα, ἄνδρες Ἀθηναῖοι, αἰσχύνη μὲν τῆς πόλεως, ἔλεγχος δὲ οὐ μικρὸς τῶν Δημοσθένους πολιτευμάτων, φανερὰ δὲ κατηγορία Κτησιφῶντος· τὸν γὰρ οὕτως αἰσχρῶς δωροδοκοῦντα οὐκ ἔστιν ἄνδρα γεγονέναι ἀγαθόν, [Note] τετόλμηκεν οὗτος γράψαι. [Note]



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 3.101 Aeschin. 3.104 (English) >>Aeschin. 3.107

Powered by PhiloLogic